previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

29. καὶ οἱ μνηστῆρες δὲ παρ᾽ αὐτῷπεσσοῖσι προπάροιθε θυράωνἐτέρποντο, οὐ παρὰ τοῦ μεγάλου Διοδώρου Θεοδώρου μαθόντες τὴν πεττείαν οὐδὲ τοῦ Μιτυληναίου Λέοντος τοῦ ἀνέκαθεν Ἀθηναίου, ὃς ἀήττητος ἦν κατὰ τὴν πεττευτικήν, ὥς φησι Φαινίας. Ἀπίων δὲ Ἀλεξανδρεὺς καὶ ἀκηκοέναι φησὶ παρὰ τοῦ Ἰθακησίου Κτήσωνος τὴν τῶν μνηστήρων πεττείαν οἵα ἦν. ‘ὀκτὼ γάρ, φησί, καὶ ἑκατὸν ὄντες οἱ μνηστῆρες διετίθεσαν ψήφους ἐναντίας ἀλλήλαις, ἴσας πρὸς ἴσας τὸν ἀριθμόν ὅσοιπερ ἦσαν καὶ αὐτοί. γίνεσθαι οὖν ἑκατέρωθεν δ᾽ καὶ πεντήκοντα. τὸ δ᾽ ἀνὰ μέσον τούτων διαλιπεῖν ὀλίγον ἐν δὲ τῷ μεταιχμίῳ τούτῳ μίαν τιθέναι ψῆφον, ἣν καλεῖν μὲν αὐτοὺς Πηνελόπην, σκοπὸν δὲ ποιεῖσθαι εἲ τις βάλλοι ψήφῳ ἑτέρᾳ: καὶ κληρουμένων τὸν λαχόντα στοχάζεσθαι ταύτης. εἰ δέ τις τύχοι καὶ [p. 74] ἐκκρούσειε πρόσω τὴν Πηνελόπην, ἀποτίθεσθαι τὴν ἑαυτοῦ εἰς τὴν τῆς βληθείσης καὶ ἐξωσμένης χώραν, ἐν πρότερον ἦν καὶ πάλιν στήσαντα τὴν Πηνελόπην ἐν τὸ δεύτερον ἐγένετο χωρίῳ ἐντεῦθεν βάλλειν τὴν ἑαυτοῦ. εἰ δὲ τύχοι ἄνευ τοῦ μηδεμιᾶς τῶν ἄλλων ψαῦσαι, νικᾶν καὶ ἐλπίδας ἔχειν πολλὰς γαμήσειν αὐτήν. τὸν δὲ Εὐρύμαχον πλείστας εἰληφέναι ταύτῃ τῇ παιδιᾷ καὶ εὔελπιν εἶναι τῷ γάμῳ.’ οὕτω δὲ διὰ τὴν τρυφὴν τὰς χεῖρας οἱ μνηστῆρες ἔχουσιν ἁπαλὰς ὡς μηδὲ τὸ τόξον ἐντεῖναι δύνασθαι. πολυτελεῖς δ᾽ αὐτοῖς καὶ οἱ διακονούμενοι. δυνατωτάτη δὲ παρ᾽ Ὁμήρῳ καὶ τῶν μύρων εὐωδία: οὗ κινυμένου Διὸς ποτὶ χαλκοβατὲς δῶμα

ἔμπης εἰς γαῖάν τε καὶ οὐρανὸν ἵκετ᾽ ἀυτμή.
καὶ στρωμνὰς δὲ οἶδε διαπρεπούσας: τοιαύτας οὖν Ἀρήτη Ὀδυσσεῖ ὑποστρωννύειν κελεύει, καὶ Νέστωρ αὐχεῖ πρὸς Τηλέμαχον πολλῶν τοιούτων εὐπορεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (6 total)
  • Cross-references to this page (6):
    • A Dictionary of Greek and Roman Antiquities (1890), THESMOPHO´RIA
    • A Dictionary of Greek and Roman Antiquities (1890), VINUM
    • Dictionary of Greek and Roman Geography (1854), LA´MPSACUS
    • Dictionary of Greek and Roman Geography (1854), MAGNE´SIA
    • Dictionary of Greek and Roman Geography (1854), MYUS
    • Dictionary of Greek and Roman Geography (1854), PERCO´TE
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: