previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

42. δὲ ἀμύγδαλα,’ φησὶ Διοκλῆς, ‘ τρόφιμα μέν ἐστι καὶ εὐκοίλια, θερμαντικὰ δὲ διὰ τὸ ἔχειν κεγχρῶδές τι. λυπεῖ δ᾽ ἧττον τὰ χλωρὰ τῶν ξηρῶν καὶ τὰ βεβρεγμένα τῶν ἀβρόχων καὶ τὰ πεφρυγμένα τῶν ὠμῶν. τὰ δὲ Ἡρακλεωτικά, καλούμενα δὲ Διὸς βάλανοι, τρέφει μὲν οὐχ ὁμοίως τοῖς ἀμυγδάλοις, ἔχει δέ τι κεγχρῶδες καὶ ἐπιπολαστικὸν πλείω δὲ βρωθέντα βαρύνει τὴν κεφαλήν, ἧττον δ᾽ ἐνοχλεῖ καὶ τούτων τὰ χλωρὰ τῶν ξηρῶν, τὰ δὲ Περσικὰ κεφαλαλγικὰ μέν ἐστιν οὐχ ἧττον τῶν Διὸς βαλάνων, τρέφει δὲ μᾶλλον φάρυγγα τραχύνει καὶ στόμα, ὀπτηθέντα δὲ ἀλυπότερα γίνεται: διαχωρεῖ δὲ μάλιστα τῶν καρύων ἐσθιόμενα μετὰ μέλιτος, τὰ δὲ πλατέα φυσωδέστερά ἐστιν, ἀλυπότερα δὲ τὰ ἑφθὰ τῶν ὠμῶν καὶ πεφρυγμένων, τὰ δὲ πεφρυγμένα τῶν [p. 234] ὠμῶν.’ Φυλότιμος δὲ ἐν τοῖς περὶ τροφῆς φησι: ‘τὸ πλατὺ καὶ τὸ καλούμενον Σαρδιανὸν δυσκατέργαστά ἐστιν ὠμὰ πάντα καὶ δυσδιάλυτα, κατεχόμενα ὑπὸ τοῦ φλέγματος ἐν τῇ κοιλίᾳ, καὶ στρυφνότητα ἔχοντα, τὸ δὲ Ποντικὸν λιπαρὸν καὶ δυσκατέργαστον. τὸ δὲ ἀμύγδαλον ἧττον δυσκατέργαστον φαγόντες οὖν πλείονα οὐκ ἐνοχλούμεθα λιπαρώτερά τε φαίνεται καὶ ἀναδίδωσι χυμὸν γλυκὺν καὶ λιπαρόν.’ Δίφιλος δ᾽ Σίφνιοςτὰ κάρυα,’ φησί, ‘τὰ βασιλικὰ κεφαλαλγῆ ἐστι καὶ ἐπιπολαστικά. τούτων δὲ τὰ ἁπαλὰ ἔτι καὶ λελευκασμένα εὐχυλότερα καὶ κρείττονα ὑπάρχει, τὰ δ᾽ ἐν τοῖς ἰπνοῖς φρυγόμενα ὀλιγότροφα. τὰ δὲ ἀμύγδαλά ἐστιν οὐρητικὰ καὶ λεπτυντικὰ καὶ καθαρτικὰ καὶ ὀλιγότροφα. τῶν μέντοι χλωρῶν κακοχύλων ὄντων καὶ ἀτροφωτέρων πολὺ μᾶλλον φυσωδέστερα καὶ ἐπιπολαστικώτερά ἐστι τὰ ξηρά. τὰ δὲ ἁπαλὰ καὶ πλήρη καὶ λελευκασμένα γαλακτώδη ὄντα εὐχυλότερά ἐστι. τῶν δὲ ξηρῶν τὰ Θάσια καὶ Κύπρια ἁπαλὰ ὄντα εὐεκκριτώτερά ἐστι. τὰ δὲ Ποντικὰ κάρυα κεφαλαλγῆ, ἧττον δὲ ἐπιπολαστικὰ τῶν βασιλικῶν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (3 total)
  • Cross-references to this page (3):
    • A Dictionary of Greek and Roman Antiquities (1890), HOROLO´GIUM
    • Dictionary of Greek and Roman Geography (1854), HY´PANIS
    • Dictionary of Greek and Roman Geography (1854), NILUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: