previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

45.

θερμοί.
μὴ ὥρασι
μετὰ τῶν κακῶν ἵκοιθ᾽ τοὺς θέρμους φαγών,
ἐν τῷ προθύρῳ τὰ λέμμαθ᾽ ὁτιὴ κατέλιπε,
ἀλλ᾽ οὐκ ἀπεπνίγη καταφαγών. μάλιστα δὲ ...
β. Κλεαίνετος μὲν οὐκ ἐδήδοκ᾽ οἶδ᾽ ὅτι
τραγικὸς αὐτούς οὐδενὸς γὰρ πώποτε
ἀπέβαλεν ... ὀσπρίου λέπος:
οὕτως ἐκεῖνός ἐστιν εὐχερὴς ἀνήρ.
Λυκόφρων δ᾽ Χαλκιδεὺς ἐν σατυρικῷ δράματι ἐπὶ καταμωκήσει ἔγραψεν εἰς Μενέδημον τὸν φιλόσοφον, ἀφ᾽ οὗ τῶν Ἐρετρικῶν ὠνομάσθη αἵρεσις, διασκώπτων τῶν φιλοσόφων τὰ δεῖπνά φησι:

καὶ δημόκοινος ἐπεχόρευσε δαψιλὴς
θέρμος, πενήτων καὶ τρικλίνου συμπότης.
Δίφιλος:

οὐκ ἔστιν οὐδὲν τεχνίον ἐξωλέστερον
τοῦ πορνοβοσκοῦ ...
κατὰ τὴν ὁδὸν πωλεῖν περιπατῶν βούλομαι [p. 242]
ῥόδα, ῥαφανῖδας, θερμοκυάμους, στέμφυλα,
ἁπλῶς ἅπαντα μᾶλλον ταύτας τρέφειν.
καὶ σημειωτέον, φησί, τὸ θερμοκυάμους, ἐπεὶ καὶ νῦν οὕτω λέγεται. πολέμων δέ φησι τοὺς Λακεδαιμονίους τοὺς θέρμους λυσιλαίδας καλεῖν. Θεόφραστος δὲ ἱστορεῖ ἐν αἰτίοις φυτικοῖς ὅτιθέρμος καὶ ὄροβος καὶ ἐρέβινθος μόνα οὐ ζῳοῦται τῶν χεδροπῶν διὰ τὴν δριμύτητα καὶ πικρότητα. δ᾽ ἐρέβινθος, ’ φησί, ‘μέλας γίνεται διαφθειρόμενος.’ γίνεσθαι δὲ λέγει κάμπας ἐν τοῖς ἐρεβίνθοις αὐτὸς ἐν τῷ τρίτῳ τῆς αὐτῆς πραγματείας. Δίφιλος δ᾽ Σίφνιος τοὺς θέρμους φησὶν εἶναι σμηκτικοὺς καὶ πολυτρόφους, μάλιστα δὲ τοὺς ἐπὶ πλεῖον ἀπεγλυκασμένους. διὸ καὶ Ζήνων Κιτιεύς, σκληρὸς ὢν καὶ πάνυ θυμικὸς πρὸς τοὺς γνωρίμους, ἐπὶ πλεῖον τοῦ οἴνου σπάσας ἡδὺς ἐγίνετο καὶ μείλιχος. πρὸς τοὺς πυνθανομένους οὖν τοῦ τρόπου τὴν διαφορὰν ἔλεγε τὸ αὐτὸ τοῖς θέρμοις πάσχειν καὶ γὰρ ἐκείνους πρὶν διαβραχῆναι πικροτάτους εἶναι, ποτισθέντας δὲ γλυκεῖς καὶ προσηνεστάτους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: