previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

48. ῥαφανίδες. αὗται κέκληνται διὰ τὸ ῥᾳδίως φαίνεσθαι. καὶ ἐκτεταμένως δὲ καὶ κατὰ συστολὴν λέγεται παρὰ Ἀττικοῖς. Κρατῖνος:

ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ᾽ ἄλλοις οὐ λαχάνοισιν.
Εὔπολις:

ῥαφανίδες ἄπλυτοι, σηπίαι.
ὅτι δὲ τὸ ἄπλυτοι ἐπὶ τῶν ῥαφανίδων ἀκούειν δεῖ, οὐκ ἐπὶ τῶν σηπιῶν, δηλοῖ Ἀντιφάνης γράφων

νήττας, σχαδόνας, κάρυ᾽ ἐντραγεῖν, ᾤ᾽, ἐγκρίδας,
ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι.
ἰδίως δ᾽ οὕτως ἐκαλοῦντο ἄπλυτοι ῥαφανίδες ἃς καὶ Θασίας ὠνόμαζον. Φερεκράτης:

ῥαφανὶς τ᾽ ἄπλυτος ὑπάρχει
καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα.
ὑποκοριστικῶς δ᾽ εἴρηκε Πλάτων ἐν ῾Υπερβόλῳ:: ‘ φύλλιον ῥαφανίδιον.’ Θεόφραστος δ᾽ ἐν τοῖς περὶ φυτῶν γένη ῥαφανίδων φησὶν εἶναι πέντε, Κορινθίαν, Λειοθασίαν, Κλεωναίαν, Ἀμωρέαν, Βοιωτίαν. καλεῖσθαι δὲ ὑπό τινων τὴν Λειοθασίαν Θρᾳκίαν γλυκυτάτην δὲ εἶναι τὴν Βοιωτίαν καὶ τῷ σχήματι στρογγύλην. ἁπλῶς δέ, φησίν, ὧν ἐστι λεῖα τὰ φύλλα, γλυκύτεραί εἰσι. Καλλίας δ᾽ ἐπὶ τῆς ῥαφανίδος εἴρηκε τὴν ῥάφανον. περὶ γοῦν τῆς ἀρχαιότητος τῆς κωμῳδίας διεξιών φησιν

... ἔτνος, πῦρ, γογγυλίδες, ῥάφανοι, δρυπεπεῖς,
ἐλατῆρες: [p. 248]
ὅτι δ᾽ οὕτω τὰς ῥαφανῖδας εἴρηκε δῆλον Ἀριστοφάνης ποιεῖ περὶ τῆς τοιαύτης ἀρχαιότητος ἐν Δαναίσι γράφων καὶ αὐτὸς καὶ λέγων

χορὸς δ᾽ ὠρχεῖτ᾽ ἂν ἐναψάμενος δάπιδας καὶ
στρωματόδεσμα,
διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ
ῥαφανῖσιν.
εὐτελὲς δὲ σφόδρα ἔδεσμα ῥαφανίς. Ἄμφις:

ὅστις ἀγοράζων ὄψον ...
ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν
ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (4 total)
  • Cross-references to this page (4):
    • A Dictionary of Greek and Roman Antiquities (1890), LECTUS
    • A Dictionary of Greek and Roman Antiquities (1890), TAPE´TE
    • Dictionary of Greek and Roman Geography (1854), SA´LAMIS
    • Smith's Bio, Hiero'nymus
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: