previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘60. ὕδνα. γίνεται καὶ ταῦτα αὐτόματα ἀπὸ γῆς μάλιστα περὶ τοὺς ἀμμώδεις τόπους. λέγει δὲ περὶ αὐτῶν Θεόφραστος: ‘τὸ ὕδνον καλοῦσί τινες γεράνειον καὶ εἴ τι ἄλλο ὑπόγειον.’ καὶ πάλινκαὶ τῶν ἐγγεοτόκων τούτων γένεσις ἅμα καὶ φύσις, οἷον τοῦ τε ὕδνου καὶ τοῦ φυομένου περὶ Κυρήνην καλοῦσι μίσυ. δοκεῖ δ᾽ ἡδὺ σφόδρα τοῦτ᾽ εἶναι καὶ τὴν ὀσμὴν ἔχειν κρεώδη, [p. 270] καὶ τὸ ἐν τῇ Θρᾴκῃ δὲ γινόμενον οἰτόν. περὶ δὲ τούτων ἴδιόν τι λέγεται: φασὶ γάρ, ὅταν ὕδατα μετοπωρινὰ καὶ βρονταὶ γίνωνται σκληραί, τότε γίνεσθαι, καὶ μᾶλλον ὅταν αἱ βρονταί, ὡς ταύτης αἰτιωτέρας οὔσης, οὐ διετίζειν δέ, ἀλλ᾽ ἐπέτειον εἶναι: τὴν δὲ χρείαν καὶ τὴν ἀκμὴν ἔχειν τοῦ ἦρος. οὐ μὴν ἀλλ᾽ ἔνιοί γε ὡς σπερματικῆς οὔσης τῆς ἀρχῆς ὑπολαμβάνουσιν. ἐν γοῦν τῷ αἰγιαλῷ τῶν Μιτυληναίων οὔ φασι πρότερον εἶναι πρὶν γενομένης ἐπομβρίας τὸ σπέρμα κατενεχθῇ ἀπὸ Τιαρῶν τοῦτο δ᾽ ἐστὶ χωρίον ἐν πολλὰ γίνεται, γίνεται δὲ ἔν τε τοῖς αἰγιαλοῖς μάλιστα καὶ ὅπου χώρα ὕπαμμος: καὶ γὰρ αἱ Τιάραι τοιαῦται. φύεται δὲ καὶ περὶ Λάμψακον ἐν τῇ Ἀβαρνίδι καὶ ἐν Ἀλωπεκοννήσῳ κἀν τῇ Ἠλείων.’ Λυγκεὺς Σάμιός φησινἀκαλήφην θάλασσα ἀνίησιν, δὲ γῆ ὕδνα.’ καὶ Μάτρων παρῳδὸς ἐν τῷ Δείπνῳ :

ὄστρεὰ τ᾽ ἤνεικεν, Θέτιδος Νηρηίδος ὕδνα.
Δίφιλος δὲ δύσπεπτά φησιν εἶναι τὰ ὕδνα, εὔχυλα δὲ καὶ παραλεαντικά, προσέτι δὲ διαχωρητικά, καὶ ἔνια αὐτῶν ὁμοίως τοῖς μύκαις πνιγώδη εἶναι. Ἡγήσανδρος δ᾽ Δελφὸς ἐν Ἑλλησπόντῳ φησὶν οὔτε ὕδνον γίνεσθαι οὔτε γλαυκίσκον οὔτε θύμον διὸ Ναυσικλείδην εἰρηκέναι μήτε ἔαρ μήτε φίλους, ὑδνόφυλλον δέ φησι Πάμφιλος ἐν Γλώσσαις τὴν φυομένην τῶν ὕδνων ὕπερθε πόαν, ἀφ᾽ ἧς τὸ ὕδνον γινώσκεσθαι. [p. 272]’’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (4 total)
  • Cross-references to this page (4):
    • A Dictionary of Greek and Roman Antiquities (1890), MENSA
    • A Dictionary of Greek and Roman Antiquities (1890), POLUS
    • Smith's Bio, Cephisodo'rus
    • Smith's Bio, Horae
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: