previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

74. προφθάσας δ᾽ αὐτὸν Ποντιανὸς ἔφη: “ Τρύφων Ἀλεξανδρεὺς ἐν τοῖς φυτικοῖς ἐπιγραφομένοις ἄρτων ἐκτίθεται γένη, εἴ τι κἀγὼ μέμνημαι, ζυμίτην, ἄζυμον, σεμιδαλίτην, χονδρίτην, [p. 14] συγκομιστόν τοῦτον δ᾽ εἶναί φησι καὶ διαχωρητικώτερον τοῦ καθαροῦ τὸν ἐξ ὀλυρῶν, τὸν ἐκ τιφῶν, τὸν ἐκ μελινῶν. γίνεται μέν, φησίν, χονδρίτης ἐκ τῶν ζειῶν: ἐκ γὰρ κριθῆς χόνδρον μὴ γίνεσθαι. παρὰ δὲ τὰς ὀπτήσεις ὀνομάζεσθαι ἰπνίτην, οὗ μνημονεύειν Τιμοκλέα ἐν Ψευδολῃσταῖς οὕτως

καταμαθὼν δὲ κειμένην θερμὴν σκάφην
θερμῶν ἰπνιτῶν ἤσθιον.

ἐσχαρίτης. τούτου μνημονεύει Ἀντίδοτος ἐν Πρωτοχόρῳ:


λαβόντα θερμοὺς ἐσχαρίτας, πῶς γὰρ οὔ;
τούτους ἀνειλίττοντα βάπτειν εἰς γλυκύν.
καὶ Κρώβυλος ἐν Ἀπαγχομένῳ :

καὶ σκάφην λαβών τινα
τῶν ἐσχαριτῶν τῶν καθαρῶν.
Λυγκεὺς δ᾽ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ συγκρίνων τὰ Ἀθήνησι γινόμενα τῶν ἐδωδίμων πρὸς τὰ ἐν Ῥόδῳ φησὶν ' ἔτι δὲ σεμνυνομένων παρ᾽ ἐκείνοις τῶν ἀγοραίων ἄρτων, ἀρχομένου μὲν τοῦ δείπνου καὶ μεσοῦντος οὐθὲν λειπομένους ἐπιφέρουσιν ἀπειρηκότων δὲ καὶ πεπληρωμένων ἡδίστην ἐπεισάγουσι διατριβὴν τὸν διάχριστον ἐσχαρίτην καλούμενον, ὃς οὕτω κέκραται τοῖς μειλίγμασι καὶ τῇ μαλακότητι καὶ τοιαύτην ἐνθρυπτόμενος ἔχει πρὸς τὸν γλυκὺν συναυλίαν ὥστε προσβιαζόμενος θαυμαστόν τι συντελεῖ: καθάπερ γὰρ ἀνανήφειν πολλάκις γίνεται τὸν μεθύοντα, τὸν αὐτὸν τρόπον ὑπὸ τῆς ἡδονῆς ἀναπεινῆν γίνεται τὸν ἐσθίοντα.

ἀταβυρίτην. Σώπατρος ἐν Κνιδίᾳ


Ἀταβυρίτης δ᾽ ἄρτος ἦν πλησίγναθος.
[p. 16]

Ἀχαΐνας. τούτου τοῦ ἄρτου μνημονεύει Σῆμος ἐν η᾽] Δηλιάδος λέγων ταῖς θεσμοφόροις γίνεσθαι. εἰσὶ δὲ ἄρτοι μεγάλοι, καὶ ἑορτὴ καλεῖται Μεγαλάρτια ἐπιλεγόντων τῶν φερόντων


ἀχαΐνην στέατος ἔμπλεων τράγον.

κριβανίτην. τούτου μνημονεύει Ἀριστοφάνης ἐν Γήρᾳ: ποιεῖ δὲ λέγουσαν ἀρτόπωλιν διηρπασμένων αὐτῆς τῶν ἄρτων ὑπὸ τῶν τὸ γῆρας ἀποβαλλόντων


τουτὶ τί ἦν τὸ πρᾶγμα; β. θερμούς, τέκνον.
α. ἀλλ᾽ παραφρονεῖς; β. κριβανίτας, τέκνον.
α. τί κριβανίτας; β. πάνυ δὲ λευκούς, τέκνον.

ἐγκρυφίαν. τούτου μνημονεύει Νικόστρατος ἐν Ἱεροφάντῃ καὶ ὀψοδαίδαλος Ἀρχέστρατος, οὗ κατὰ καιρὸν τὸ μαρτύριον παραθήσομαι.


δίπυρον. Εὔβουλος ἐν Γανυμήδει.
διπύρους τε θερμούς. β. οἱ δίπυροι δ᾽ εἰσὶν τίνες;
β. ἄρτοι τρυφῶντες,
Ἀλκαῖος Γανυμήδει.

λάγανον. τοῦτο ἐλαφρὸν τ᾽ ἐστὶ καὶ ἄτροφον, καὶ μᾶλλον αὐτοῦ ἔτι ἐπανθρακὶς καλουμένη. μνημονεύει δὲ τοῦ μὲν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις φάσκων


λάγανα πέττεται, [p. 18]
τῆς δ᾽ ἀπανθρακίδος Διοκλῆς Καρύστιος ἐν α Ὑγιεινῶν οὑτωσὶ λέγων δ᾽ ἀπανθρακίς ἐστι τῶν λαγάνων ἁπαλωτέρα.” ἔοικε δὲ καὶ οὗτος ἐπ᾽ ἀνθράκων γίνεσθαι, ὥσπερ καὶ παρ᾽ Ἀττικοῖς ἐγκρυφίας: ὃν καὶ Ἀλεξανδρεῖς τῷ Κρόνῳ ἀφιεροῦντες προτιθέασιν ἐσθίειν τῷ βουλομένῳ ἐν τῷ τοῦ Κρόνου ἱερῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (4 total)
  • Cross-references to this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: