Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
καὶ ταῦθ᾽ ὅτι ἀληθῆ λέγω αὐτὸς ἂν ὑμῖν Εὐθύνους μαρτυρήσειεν: ἐπίσταται γὰρ ὅτι Τιμόδημος τουτονὶ τριάκοντα μνᾶς ἐπράξατο, οὐ χρέος ἐγκαλῶν ἀλλ᾽ ἀπάξειν ἀπειλῶν. καίτοι πῶς εἰκὸς Νικίαν εἰς τοῦτ᾽ ἀνοίας ἐλθεῖν, ὥστ᾽ αὐτὸν περὶ τοῦ σώματος κινδυνεύοντα ἑτέρους συκοφαντεῖν,