This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
φοβουμένης δὲ τῆς μητρός, ὅτι τὸ χωρίον ἐπυνθάνετο νοσῶδες εἶναι, καὶ τῶν ξένων συμβουλευόντων αὐτοῦ μένειν, ὅμως ἔδοξεν ἡμῖν ἐκείνῳ χαριστέον εἶναι. καὶ μετὰ ταῦτ᾽ οὐκ ἔφθημεν εἰς Τροιζῆν᾽ ἐλθόντες καὶ τοιαύταις νόσοις ἐλήφθημεν, ἐξ ὧν αὐτὸς μὲν παρὰ μικρὸν ἦλθον ἀποθανεῖν, ἀδελφὴν δὲ κόρην τετρακαιδεκέτιν γεγονυῖαν ἐντὸς τριάκονθ᾽ ἡμερῶν κατέθαψα, τὴν δὲ μητέρ᾽ οὐδὲ πένθ᾽ ἡμέραις ἐκείνης ὕστερον. καίτοι τίν᾽ οἴεσθέ με γνώμην ἔχειν τοσαύτης μοι μεταβολῆς τοῦ βίου γεγενημένης;