This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
θαυμάζω δὲ καὶ τῶν πραττόντων ὑπὲρ αὐτῆς, εἰ διὰ τοῦτ᾽ οἴονται καλὸν εἶναι τὸν κίνδυνον, ὅτι μὴ κατορθώσαντες οὐδὲν μέλλουσιν ἀποτείσειν. ἐγὼ μὲν γὰρ ἡγοῦμαι μεγάλην εἶναι καὶ ταύτην ζημίαν, ἂν ἐξελεγχθέντες ὡς ἀδίκως ἀμφισβητοῦσιν, ἔπειθ᾽ ὑμῖν δόξωσι χείρους εἶναι. τὴν μὲν οὖν τούτων κακίαν ἐξ αὐτῶν τῶν ἔργων γνώσεσθ᾽, ἐπειδὰν διὰ τέλους ἀκούσητε τῶν πεπραγμένων: ὅθεν δ᾽, οἶμαι, τάχιστ᾽ ἂν ὑμᾶς μαθεῖν περὶ ὧν ἀμφισβητοῦμεν, ἐντεῦθεν ἄρξομαι διηγεῖσθαι.