This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
μάλιστα δ᾽ ἄξιον ἐπαινεῖν καὶ θαυμάζειν τὴν εὐσέβειαν αὐτῶν καὶ τὴν περὶ τοὺς θεοὺς θεραπείαν. ὅσοι μὲν γὰρ σφᾶς αὐτοὺς οὕτω κατεσχημάτισαν ὥστ᾽ ἢ κατὰ σοφίαν ἢ κατ᾽ ἄλλην τιν᾽ ἀρετὴν ὑπολαμβάνεσθαι μειζόνως ἢ κατὰ τὴν ἀξίαν, οὗτοι μὲν βλάπτουσι τοὺς ἐξαπατηθέντας: ὅσοι δὲ τῶν θείων πραγμάτων οὕτω προέστησαν ὥστε καὶ τὰς ἐπιμελείας καὶ τὰς τιμωρίας εἶναι δοκεῖν ἀκριβεστέρας τῶν συμβαινόντων, οἱ δὲ τοιοῦτοι πλεῖστα τὸν βίον τὸν τῶν ἀνθρώπων ὠφελοῦσιν.