This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[61]
τὴν εὔνοιαν τὴν πρὸς ἡμᾶς ἐν τοῖς ἔργοις ἐνδείκνυσθε μᾶλλον ἢ ἐν τοῖς λόγοις. ἃ πάσχοντες ὑφ᾽ ἑτέρων ὀργίζεσθε, ταῦτα τοὺς ἄλλους μὴ ποιεῖτε. περὶ ὧν ἂν ἐν τοῖς λόγοις κατηγορῆτε, μηδὲν τούτων ἐν τοῖς ἔργοις ἐπιτηδεύετε. τοιαῦτα προσδοκᾶτε πράξειν, οἷ᾽ ἂν περὶ ἡμῶν διανοῆσθε. μὴ μόνον ἐπαινεῖτε τοὺς ἀγαθοὺς ἀλλὰ καὶ μιμεῖσθε.