This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[28]
ἔχει γὰρ οὕτως. ἐμοὶ δοκοῦσιν ἅπαντες μὲν ἐπιθυμεῖν τοῦ συμφέροντος καὶ τοῦ πλέον ἔχειν τῶν ἄλλων, οὑκ εἰδέναι δὲ τὰς πράξεις τὰς ἐπὶ ταῦτα φερούσας, ἀλλὰ ταῖς δόξαις διαφέρεν ἀλλήλων: οἱ μὲν γὰρ ἔχειν ἐπιεικεῖς καὶ στοχάζεσθαι τοῦ δέοντος δυναμένας, οἱ δ᾽ ὡς οἷόν τε πλεῖστον τοῦ συμφέροντος διαμαρτανούσας.