This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
στρατεύεσθαι δ᾽ οὐκ ἐθέλομεν, καὶ πόλεμον μὲν μικροῦ δεῖν πρὸς ἅπαντας ἀνθρώπους ἀναιρούμεθα, πρὸς δὲ τοῦτον οὐχ ἡμᾶς αὐτοὺς ἀσκοῦμεν, ἀλλ᾽ ἀνθρώπους τοὺς μὲν ἀπόλιδας τοὺς δ᾽ αὐτομόλους τοὺς δ᾽ ἐκ τῶν ἄλλων κακουργιῶν συνερρυηκότας, οἷς ὁπόταν τις διδῷ πλείω μισθόν, μετ᾽ ἐκείνων ἐφ᾽ ἡμᾶς ἀκολουθήσουσιν.