This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[74]
τῶν μὲν τοίνυν λόγων ἅλις ἡμῖν ἔστω τῶν ἀναγιγνωσκομένων καὶ τηλικοῦτο μῆκος ἐχόντων: ἐπεὶ μικροῦ γε μέρους τῶν πάλαι γεγραμμένων οὐκ ἂν ἀποσχοίμην, ἀλλ᾽ εἴποιμ᾽ ἂν εἴ τί μοι δόξειε πρέπον εἶναι τῶ παρόντι καιρῷ: καὶ γὰρ ἂν ἄτοπος εἴην, εἰ τοὺς ἄλλους ὁρῶν τοῖς ἐμοῖς χρωμένους ἐγὼ μόνος ἀπεχοίμην τῶν ὑπ᾽ ἐμοῦ πρότερον εἰρημένων, ἄλλως τε καὶ νῦν ὅτ᾽ οὐ μόνον μικροῖς μέρεσιν ἀλλ᾽ ὅλοις εἴδεσι προειλόμην χρῆσθαι πρὸς ὑμᾶς. ταῦτα μὲν οὖν, ὅπως ἂν ἡμῖν συμπίπτῃ, ποιήσομεν.