This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[243]
ἀλλὰ μὴν καὶ περὶ τῆς πλεονεξίας καλλίους ἔχειν οἴονται λόγους τῶν εἰρημένων: τοὺς μὲν γὰρ ἀποστεροῦντας τὰ συμβόλαια καὶ τοὺς παρακρουομένους καὶ παραλογιζομένους οὐχ ἡγοῦνται δικαίως καλεῖσθαι πλεονεκτικούς, διὰ γὰρ τὸ πονηρὰν ἔχειν τὴν δόξαν ἐν ἅπασιν αὐτοὺς ἐλαττοῦσθαι τοῖς πράγμασι, τὰς δὲ Σπαρτιατῶν πλεονεξίας καὶ τὰς τῶν βασιλέων καὶ τὰς τῶν τυράννων εὐκτὰς μὲν εἶναι, καὶ ἅπαντας αὐτῶν ἐπιθυμεῖν,