previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

ξεῖνος, ὦναξ, χρηστός: αἱ δὲ συμφοραὶ
1015αὐτοῦ πανώλεις, ἄξιαι δ᾽ ἀμυναθεῖν.

Θησεύς

ἅλις λόγων, ὡς οἱ μὲν ἐξειργασμένοι
σπεύδουσιν, ἡμεῖς δ᾽ οἱ παθόντες ἕσταμεν.

Κρέων

τί δῆτ᾽ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν;

Θησεύς

ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ με
1020χωρεῖν, ἵν᾽, εἰ μὲν ἐν τόποισι τοῖσδ᾽ ἔχεις
τὰς παῖδας ἡμῖν αὐτὸς ἐκδείξῃς ἐμοί:
εἰ δ᾽ ἐγκρατεῖς φεύγουσιν, οὐδὲν δεῖ πονεῖν.
ἄλλοι γὰρ οἱ σπεύδοντες, οὓς οὐ μή ποτε
χώρας φυγόντες τῆσδ᾽ ἐπεύξωνται θεοῖς.
1025ἀλλ᾽ ἐξυφηγοῦ: γνῶθι δ᾽ ὡς ἔχων ἔχει
καί σ᾽ εἷλε θηρῶνθ᾽ τύχη: τὰ γὰρ δόλῳ
τῷ μὴ δικαίῳ κτήματ᾽ οὐχὶ σῴζεται.
κοὐκ ἄλλον ἕξεις εἰς τάδ᾽: ὡς ἔξοιδά σε
οὐ ψιλὸν οὐδ᾽ ἄσκευον ἐς τοσήνδ᾽ ὕβριν
1030ἥκοντα τόλμης τῆς παρεστώσης τανῦν,
ἀλλ᾽ ἔσθ᾽ ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε.
δεῖ μ᾽ ἀθρῆσαι, μηδὲ τήνδε τὴν πόλιν
ἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν.
νοεῖς τι τούτων, μάτην τὰ νῦν τέ σοι
1035δοκεῖ λελέχθαι χὤτε ταῦτ᾽ ἐμηχανῶ;

Κρέων

οὐδὲν σὺ μεμπτὸν ἐνθάδ᾽ ὢν ἐρεῖς ἐμοί:
οἴκοι δὲ χἠμεῖς εἰσόμεσθ᾽ χρὴ ποεῖν.

Θησεύς

χωρῶν ἀπείλει νῦν: σὺ δ᾽ ἡμίν, Οἰδίπους,
ἕκηλος αὐτοῦ μίμνε, πιστωθεὶς ὅτι,
1040ἢν μὴ θάνω 'γὼ πρόσθεν, οὐχὶ παύσομαι
πρὶν ἄν σε τῶν σῶν κύριον στήσω τέκνων.

Οἰδίπους

ὄναιο, Θησεῦ, τοῦ τε γενναίου χάριν
καὶ τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (3 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 911-1085
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 875
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: