previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οἰδίπους
ποῦ ποῦ; τί φής; πῶς εἶπας;

Ἀντιγόνη
πάτερ πάτερ,
1100τίς ἂν θεῶν σοι τόνδ᾽ ἄριστον ἄνδρ᾽ ἰδεῖν
δοίη, τὸν ἡμᾶς δεῦρο προσπέμψαντά σοι;

Οἰδίπους
τέκνον, πάρεστον;

Ἀντιγόνη
αἵδε γὰρ χέρες
Θησέως ἔσωσαν φιλτάτων τ᾽ ὀπαόνων.

Οἰδίπους

προσέλθετ᾽ παῖ, πατρὶ καὶ τὸ μηδαμὰ
1105ἐλπισθὲν ἥξειν σῶμα βαστάσαι δότε.

Ἀντιγόνη

αἰτεῖς τεύξει: σὺν πόθῳ γὰρ χάρις.

Οἰδίπους
ποῦ δῆτα, ποῦ 'στόν;

Ἀντιγόνη
αἵδ᾽ ὁμοῦ πελάζομεν.

Οἰδίπους
φίλτατ᾽ ἔρνη.

Ἀντιγόνη
τῷ τεκόντι πᾶν φίλον.

Οἰδίπους
σκῆπτρα φωτός.

Ἀντιγόνη
δυσμόρου γε δύσμορα.

Οἰδίπους

1110ἔχω τὰ φίλτατ᾽, οὐδ᾽ ἔτ᾽ ἂν πανάθλιος
θανὼν ἂν εἴην σφῷν παρεστώσαιν ἐμοί.
ἐρείσατ᾽, παῖ, πλευρὸν ἀμφιδέξιον
ἐμφύντε τῷ φύσαντι, κἀναπαύσατον
τοῦ πρόσθ᾽ ἐρήμου τοῦδε δυστήνου πλάνου.
1115καί μοι τὰ πραχθέντ᾽ εἴπαθ᾽ ὡς βράχιστ᾽, ἐπεὶ
ταῖς τηλικαῖσδε σμικρὸς ἐξαρκεῖ λόγος.

Ἀντιγόνη

ὅδ᾽ ἔσθ᾽ σώσας: τοῦδε χρὴ κλύειν, πάτερ,
οὗ κἄστι τοὔργον: τοὐμὸν ὧδ᾽ ἔσται βραχύ.

Οἰδίπους

ξεῖνε, μὴ θαύμαζε, πρὸς τὸ λιπαρὲς
1120τέκν᾽ εἰ φανέντ᾽ ἄελπτα μηκύνω λόγον.
ἐπίσταμαι γὰρ τήνδε τὴν ἐς τάσδε μοι
τέρψιν παρ᾽ ἄλλου μηδενὸς πεφασμένην:
σὺ γάρ νιν ἐξέσωσας, οὐκ ἄλλος βροτῶν.
καί σοι θεοὶ πόροιεν ὡς ἐγὼ θέλω,
1125αὐτῷ τε καὶ γῇ τῇδ᾽, ἐπεὶ τό γ᾽ εὐσεβὲς
μόνοις παρ᾽ ὑμῖν ηὗρον ἀνθρώπων ἐγὼ
καὶ τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν.
εἰδὼς δ᾽ ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε:
ἔχω γὰρ ἅχω διὰ σὲ κοὐκ ἄλλον βροτῶν:
1130καί μοι χέρ᾽, ὦναξ, δεξιὰν ὄρεξον, ὡς
ψαύσω φιλήσω τ᾽, εἰ θέμις, τὸ σὸν κάρα.
καίτοι τί φωνῶ; πῶς σ᾽ ἂν ἄθλιος γεγὼς
θιγεῖν θελήσαιμ᾽ ἀνδρός, τίς οὐκ ἔνι
κηλὶς κακῶν ξύνοικος; οὐκ ἔγωγέ σε,
1135οὐδ᾽ οὖν ἐάσω: τοῖς γὰρ ἐμπείροις βροτῶν
μόνοις οἷόν τε συνταλαιπωρεῖν τάδε.
σὺ δ᾽ αὐτόθεν μοι χαῖρε καὶ τὰ λοιπά μου
μέλου δικαίως, ὥσπερ ἐς τόδ᾽ ἡμέρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 857
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: