previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θησεύς

οὔτ᾽ εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον,
1140τέκνοισι τερφθεὶς τοῖσδε, θαυμάσας ἔχω,
οὔτ᾽ εἰ πρὸ τοὐμοῦ προύλαβες τὰ τῶνδ᾽ ἔπη.
βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει.
οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν
λαμπρὸν ποεῖσθαι μᾶλλον τοῖς δρωμένοις.
1145δείκνυμι δ᾽: ὧν γὰρ ὤμοσ᾽ οὐκ ἐψευσάμην
οὐδέν σε, πρέσβυ: τάσδε γὰρ πάρειμ᾽ ἄγων
ζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων.
χὤπως μὲν ἁγὼν ᾑρέθη, τί δεῖ μάτην
κομπεῖν, γ᾽ εἴσει καὐτὸς ἐκ ταύταιν ξυνών;
1150λόγος δ᾽ ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶ
στείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶ
σμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι:
πρᾶγος δ᾽ ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών.

Οἰδίπους

τί δ᾽ ἔστι, τέκνον Αἰγέως; δίδασκέ με
1155ὡς μὴ εἰδότ᾽ αὐτὸν μηδὲν ὧν σὺ πυνθάνει.

Θησεύς

φασίν τιν᾽ ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολιν
οὐκ ὄντα, συγγενῆ δέ, προσπεσόντα πως
βωμῷ καθῆσθαι τῷ Ποσειδῶνος, παρ᾽
θύων ἔκυρον, ἡνίχ᾽ ὡρμώμην ἐγώ.

Οἰδίπους

1160ποδαπόν; τί προσχρῄζοντα τῷ θακήματι:

Θησεύς

οὐκ οἶδα πλὴν ἕν: σοῦ γάρ, ὡς λέγουσί μοι,
βραχύν τιν᾽ αἰτεῖ μῦθον οὐκ ὄγκου πλέων.

Οἰδίπους

ποῖόν τιν᾽; οὐ γὰρ ἥδ᾽ ἕδρα σμικροῦ λόγου.
σοὶ φασὶν αὐτὸν ἐς λόγους ἐλθεῖν μόνον
1165αἰτεῖν ἀπελθεῖν τ᾽ ἀσφαλῶς τῆς δεῦρ᾽ ὁδοῦ.

Οἰδίπους

τίς δῆτ᾽ ἂν εἴη τήνδ᾽ προσθακῶν ἕδραν;

Θησεύς

ὅρα κατ᾽ Ἄργος εἴ τις ὑμὶν ἐγγενὴς
ἔσθ᾽, ὅστις ἄν σου τοῦτο προσχρῄζοι τυχεῖν.

Οἰδίπους
φίλτατε, σχὲς οὗπερ εἶ.

Θησεύς
τί δ᾽ ἔστι σοι;

Οἰδίπους
μή μου δεηθῇς.

Θησεύς
πράγματος ποίου; λέγε.

Οἰδίπους

ἔξοιδ᾽ ἀκούων τῶνδ᾽ ὅς ἐσθ᾽ προστάτης.

Θησεύς

καὶ τίς ποτ᾽ ἐστὶν ὅν γ᾽ ἐγὼ ψέξαιμί τι;

Οἰδίπους

παῖς οὑμός, ὦναξ, στυγνός, οὗ λόγων ἐγὼ
ἄλγιστ᾽ ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων.

Θησεύς

1175τί δ᾽; οὐκ ἀκούειν ἔστι καὶ μὴ δρᾶν μὴ
χρῄζεις; τί σοι τοῦτ᾽ ἐστὶ λυπηρὸν κλύειν;

Οἰδίπους

ἔχθιστον, ὦναξ, φθέγμα τοῦθ᾽ ἥκει πατρί:
καὶ μή μ᾽ ἀνάγκῃ προσβάλῃς τάδ᾽ εἰκαθεῖν.

Θησεύς

ἀλλ᾽ εἰ τὸ θάκημ᾽ ἐξαναγκάζει, σκόπει
1180μή σοι πρόνοι᾽ τοῦ θεοῦ φυλακτέα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 146
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: