previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ξένος

75οἶσθ᾽, ξέν᾽, ὡς νῦν μὴ σφαλῇς; ἐπείπερ εἰ
γενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος,
αὐτοῦ μέν᾽ οὗπερ κἀφάνης, ἕως ἐγὼ
τοῖς ἐνθάδ᾽ αὐτοῦ μὴ κατ᾽ ἄστυ δημόταις
λέξω τάδ᾽ ἐλθών: οἵδε γὰρ κρινοῦσί σοι
80εἰ χρή σε μίμνειν πορεύεσθαι πάλιν.

Οἰδίπους

τέκνον, βέβηκεν ἡμὶν ξένος;

Ἀντιγόνη

βέβηκεν, ὥστε πᾶν ἐν ἡσύχῳ, πάτερ,
ἔξεστι φωνεῖν, ὡς ἐμοῦ μόνης πέλας.

Οἰδίπους

πότνιαι δεινῶπες, εὖτε νῦν ἕδρας
85πρώτων ἐφ᾽ ὑμῶν τῆσδε γῆς ἔκαμψ᾽ ἐγώ,
Φοίβῳ τε κἀμοὶ μὴ γένησθ᾽ ἀγνώμονες,
ὅς μοι, τὰ πόλλ᾽ ἐκεῖν᾽ ὅτ᾽ ἐξέχρη κακά,
ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ,
ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶν
90σεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν,
ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον,
κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις,
ἄτην δὲ τοῖς πέμψασιν, οἵ μ᾽ ἀπήλασαν:
σημεῖα δ᾽ ἥξειν τῶνδέ μοι παρηγγύα,
95 σεισμὸν βροντήν τιν᾽ Διὸς σέλας,
ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸν
οὐκ ἔσθ᾽ ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸν
ἐξήγαγ᾽ εἰς τόδ᾽ ἄλσος: οὐ γὰρ ἄν ποτε
πρώταισιν ὑμῖν ἀντέκυρσ᾽ ὁδοιπορῶν,
100νήφων ἀοίνοις, κἀπὶ σεμνὸν ἑζόμην
βάθρον τόδ᾽ ἀσκέπαρνον. ἀλλά μοι, θεαί,
βίου κατ᾽ ὀμφὰς τὰς Ἀπόλλωνος δότε
πέρασιν ἤδη καὶ καταστροφήν τινα,
εἰ μὴ δοκῶ τι μειόνως ἔχειν, ἀεὶ
105μόχθοις λατρεύων τοῖς ὑπερτάτοις βροτῶν.
ἴτ᾽, γλυκεῖαι παῖδες ἀρχαίου Σκότου,
ἴτ᾽, μεγίστης Παλλάδος καλούμεναι
πασῶν Ἀθῆναι τιμιωτάτη πόλις,
οἰκτίρατ᾽ ἀνδρὸς Οἰδίπου τόδ᾽ ἄθλιον
110εἴδωλον: οὐ γὰρ δὴ τόδ᾽ ἀρχαῖον δέμας.

Ἀντιγόνη

σίγα: πορεύονται γὰρ οἵδε δή τινες
χρόνῳ παλαιοί, σῆς ἕδρας ἐπίσκοποι.

Οἰδίπους

σιγήσομαί τε καὶ σύ μ᾽ ἐξ ὁδοῦ πόδα
κρύψον κατ᾽ ἄλσος, τῶνδ᾽ ἕως ἂν ἐκμάθω
115τίνας λόγους ἐροῦσιν: ἐν γὰρ τῷ μαθεῖν
ἔνεστιν ηὑλάβεια τῶν ποιουμένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (3 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 189
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 84
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: