previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀντιγόνη

καὶ μὴν ὅδ᾽ ἡμῖν, ὡς ἔοικεν, ξένος
1250ἀνδρῶν γε μοῦνος, πάτερ, δι᾽ ὄμματος
ἀστακτὶ λείβων δάκρυον ὧδ᾽ ὁδοιπορεῖ.

Οἰδίπους
τίς οὗτος;

Οἰδίπους
ὅνπερ καὶ πάλαι κατείχομεν
γνώμῃ, πάρεστι δεῦρο Πολυνείκης ὅδε.

Πολυνείκης

οἴμοι, τί δράσω; πότερα τἀμαυτοῦ κακὰ
1255πρόσθεν δακρύσω, παῖδες, τὰ τοῦδ᾽ ὁρῶν
πατρὸς γέροντος; ὃς ξένης ἐπὶ χθονὸς
σὺν σφῷν ἐφηύρηκ᾽ ἐνθάδ᾽ ἐκβεβλημένον
ἐσθῆτι σὺν τοιᾷδε, τῆς δυσφιλὴς
γέρων γέροντι συγκατῴκηκεν πίνος
1260πλευρὰν μαραίνων, κρατὶ δ᾽ ὀμματοστερεῖ
κόμη δι᾽ αὔρας ἀκτένιστος ᾁσσεται:
ἀδελφὰ δ᾽, ὡς ἔοικε, τούτοισιν φορεῖ
τὰ τῆς ταλαίνης νηδύος θρεπτήρια.
ἁγὼ πανώλης ὄψ᾽ ἄγαν ἐκμανθάνω:
1265καὶ μαρτυρῶ κάκιστος ἀνθρώπων τροφαῖς
ταῖς σαῖσιν ἥκειν: τἀμὰ μὴ 'ξ ἄλλων πύθῃ.
ἀλλ᾽ ἔστι γὰρ καὶ Ζηνὶ σύνθακος θρόνων
Αἰδὼς ἐπ᾽ ἔργοις πᾶσι, καὶ πρὸς σοί, πάτερ,
παρασταθήτω: τῶν γὰρ ἡμαρτημένων
1270ἄκη μέν ἐστι, προσφορὰ δ᾽ οὐκ ἔστ᾽ ἔτι.
τί σιγᾷς;
φώνησον, πάτερ, τι: μή μ᾽ ἀποστραφῇς.
οὐδ᾽ ἀνταμείβει μ᾽ οὐδέν, ἀλλ᾽ ἀτιμάσας
πέμψεις ἄναυδος, οὐδ᾽ μηνίεις φράσας;
1275 σπέρματ᾽ ἀνδρὸς τοῦδ᾽, ἐμαὶ δ᾽ ὁμαίμονες,
πειράσατ᾽ ἀλλ᾽ ὑμεῖς γε κινῆσαι πατρὸς
τὸ δυσπρόσοιστον κἀπροσήγορον στόμα,
ὡς μή μ᾽ ἄτιμον, τοῦ θεοῦ γε προστάτην,
οὕτως ἀφῇ με μηδὲν ἀντειπὼν ἔπος.

Ἀντιγόνη

1280λέγ᾽, ταλαίπωρ᾽, αὐτὸς ὧν χρείᾳ πάρει:
τὰ πολλὰ γάρ τοι ῥήματ᾽ τέρψαντά τι,
δυσχεράναντ᾽ κατοικτίσαντά πως,
παρέσχε φωνὴν τοῖς ἀφωνήτοις τινά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 797
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: