previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

Πολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖς
ξυνήδομαί σοι, νῦν τ᾽ ἴθ᾽ ὡς τάχος πάλιν.

Πολυνείκης

οἴμοι κελεύθου τῆς τ᾽ ἐμῆς δυσπραξίας,
1400οἴμοι δ᾽ ἑταίρων: οἷον ἆρ᾽ ὁδοῦ τέλος
Ἄργους ἀφωρμήθημεν, τάλας ἐγώ,
τοιοῦτον οἷον οὐδὲ φωνῆσαί τινι
ἔξεσθ᾽ ἑταίρων, οὐδ᾽ ἀποστρέψαι πάλιν,
ἀλλ᾽ ὄντ᾽ ἄναυδον τῇδε συγκῦρσαι τύχῃ.
1405 τοῦδ᾽ ὅμαιμοι παῖδες, ἀλλ᾽ ὑμεῖς, ἐπεὶ
τὰ σκληρὰ πατρὸς κλύετε ταῦτ᾽ ἀρωμένου,
μή τοί με πρὸς θεῶν σφώ γ᾽, ἐὰν αἱ τοῦδ᾽ ἀραὶ
πατρὸς τελῶνται καί τις ὑμῖν ἐς δόμους
νόστος γένηται, μή μ᾽ ἀτιμάσητέ γε,
1410ἀλλ᾽ ἐν τάφοισι θέσθε κἀν κτερίσμασιν.
καὶ σφῷν νῦν ἔπαινος, ὃν κομίζετον
τοῦδ᾽, ἀνδρὸς οἷς πονεῖτον, οὐκ ἐλάσσονα
ἔτ᾽ ἄλλον οἴσει τῆς ἐμῆς ὑπουργίας.

Ἀντιγόνη

Πολύνεικες, ἱκετεύω σε πεισθῆναί τί μοι.

Πολυνείκης

1415 φιλτάτη, τὸ ποῖον, Ἀντιγόνη; λέγε.

Ἀντιγόνη

στρέψαι στράτευμ᾽ ἐς Ἄργος ὡς τάχιστά γε,
καὶ μὴ σέ τ᾽ αὐτὸν καὶ πόλιν διεργάσῃ.

Πολυνείκης

ἀλλ᾽ οὐχ οἷόν τε: πῶς γὰρ αὖθις ἂν πάλιν
στράτευμ᾽ ἄγοιμι ταὐτόν. εἰσάπαξ τρέσας;

Ἀντιγόνη

1420τί δ᾽ αὖθις, παῖ, δεῖ σε θυμοῦσθαι; τί σοι
πάτραν κατασκάψαντι κέρδος ἔρχεται;

Πολυνείκης

αἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντ᾽ ἐμὲ
οὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα.

Ἀντιγόνη

ὁρᾷς τὰ τοῦδ᾽ οὖν ὡς ἐς ὀρθὸν ἐκφέρει
1425μαντεύμαθ᾽, ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ;

Πολυνείκης

χρῄζει γάρ: ἡμῖν δ᾽ οὐχὶ συγχωρητέα.

Ἀντιγόνη

οἴμοι τάλαινα: τίς δὲ τολμήσει κλύων
τὰ τοῦδ᾽ ἕπεσθαι τἀνδρός, οἷ᾽ ἐθέσπισεν;

Πολυνείκης

οὐκ ἀγγελοῦμεν φλαῦρ᾽: ἐπεὶ στρατηλάτου
1430χρηστοῦ τὰ κρείσσω μηδὲ τἀνδεᾶ λέγειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (5 total)
  • Commentary references to this page (4):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 1155
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 82
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 367
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 929
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: