Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
μέγας, ἴδε, μάλ᾽ ὅδ᾽ ἐρείπεται
κτύπος ἄφατος διόβολος: ἐς δ᾽ ἄκραν
1465δεῖμ᾽ ὑπῆλθε κρατὸς φόβαν.
ἔπτηξα θυμόν: οὐρανία γὰρ ἀστραπὴ φλέγει πάλιν.
τί μὰν ἀφήσει τέλος; δέδοικα δ᾽: οὐ γὰρ ἅλιον
1470ἀφορμᾷ ποτ᾽, οὐκ ἄνευ ξυμφορᾶς.
ὦ μέγας αἰθήρ, ὦ Ζεῦ. Οἰδίπους
ὦ παῖδες, ἥκει τῷδ᾽ ἐπ᾽ ἀνδρὶ θέσφατος
βίου τελευτὴ κοὐκέτ᾽ ἔστ᾽ ἀποστροφή. Ἀντιγόνη
πῶς οἶσθα; τῷ δὲ τοῦτο συμβαλὼν ἔχεις; Οἰδίπους
1475καλῶς κάτοιδ᾽: ἀλλ᾽ ὡς τάχιστά μοι μολὼν
ἄνακτα χώρας τῆσδέ τις πορευσάτω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.