previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀντιγόνη

1670αἰαῖ, φεῦ, ἔστιν ἔστι νῷν δὴ
οὐ τὸ μέν, ἄλλο δὲ μή, πατρὸς ἔμφυτον
ἄλαστον αἷμα δυσμόροιν στενάζειν,
ᾧτινι τὸν πολὺν
ἄλλοτε μὲν πόνον ἔμπεδον εἴχομεν,
1675ἐν πυμάτῳ δ᾽ ἀλόγιστα παροίσομεν
ἰδόντε καὶ παθόντε.

Χορός

τί δ᾽ ἔστιν;

Ἀντιγόνη

ἔστιν μὲν εἰκάσαι, φίλοι.

Χορός
βέβηκεν;

Ἀντιγόνη
ὡς μάλιστ᾽ ἂν ἐν πόθῳ λάβοις.
τί γάρ, ὅτῳ μήτ᾽ Ἄρης
1680μήτε πόντος ἀντέκυρσεν,
ἄσκοποι δὲ πλάκες ἔμαρψαν
ἐν ἀφανεῖ τινι μόρῳ φερόμενον.
τάλαινα: νῶν δ᾽ ὀλεθρία
νὺξ ἐπ᾽ ὄμμασιν βέβακε.
1685πῶς γὰρ τιν᾽ ἀπίαν
γᾶν πόντιον κλύδων᾽ ἀλώμεναι, βίου δύσοιστον ἕξομεν τροφάν;

Ἰσμήνη

οὐ κάτοιδα. κατά με φόνιος
Ἀΐδας ἕλοι πατρὶ ξυνθανεῖν γεραιῷ
1690τάλαιναν, ὡς ἔμοιγ᾽ μέλλων βίος οὐ βιωτός.

Χορός

διδύμα τέκνων ἀρίστα,
τὸ φέρον ἐκ θεοῦ φέρειν,
1695μηδὲν ἄγαν φλέγεσθον: οὔ τοι κατάμεμπτ᾽ ἔβητον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1045
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: