Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀντιγόνη
πόθος τοὶ καὶ κακῶν ἄρ᾽ ἦν τις.
1700καὶ γὰρ ὃ μηδαμὰ δὴ φίλον ἦν φίλον,
ὁπότε γε καὶ τὸν ἐν χεροῖν κατεῖχον.
ὦ πάτερ, ὦ φίλος,
ὦ τὸν ἀεὶ κατὰ γᾶς σκότον εἱμένος:
οὐδέ γ᾽ ἔνερθ᾽ ἀφίλητος ἐμοί ποτε
1705καὶ τᾷδε μὴ κυρήσῃς. Χορός
ἔπραξεν; Ἀντιγόνη
ἔπραξεν οἷον ἤθελεν. Χορός
τὸ ποῖον; Ἀντιγόνη
ἇς ἔχρῃζε γᾶς ἐπὶ ξένας
ἔθανε: κοίταν δ᾽ ἔχει
νέρθεν εὐσκίαστον αἰέν,
οὐδὲ πένθος ἔλιπ᾽ ἄκλαυτον.
ἀνὰ γὰρ ὄμμα σε τόδ᾽, ὦ πάτερ, ἐμὸν
1710στένει δακρῦον, οὐδ᾽ ἔχω
πῶς με χρὴ τὸ σὸν τάλαιναν
ἀφανίσαι τοσόνδ᾽ ἄχος.
ὤμοι, γᾶς ἐπὶ ξένας θανεῖν ἔχρῃζες ἀλλ᾽
ἔρημος ἔθανες ὧδέ μοι. Ἰσμήνη
1715ὦ τάλαινα, τίς ἄρα με πότμος αὖθις ὧδ᾽
*
ἐπαμμένει σέ τ᾽, ὦ φίλα, τὰς πατρὸς ὧδ᾽ ἐρήμας; Χορός
1720ἀλλ᾽ ἐπεὶ ὀλβίως γ᾽ ἔλυσεν
τὸ τέλος, ὦ φίλαι, βίου,
λήγετε τοῦδ᾽ ἄχους: κακῶν γὰρ δυσάλωτος οὐδείς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.