previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θησεύς

παύετε θρήνων, παῖδες: ἐν οἷς γὰρ
χάρις χθονία ξύν᾽ ἀπόκειται,
πενθεῖν οὐ χρή: νέμεσις γάρ.

Ἀντιγόνη

1755 τέκνον Αἰγέως, προσπίτνομέν σοι.

Θησεύς

τίνος, παῖδες, χρείας ἀνύσαι;

Ἀντιγόνη

τύμβον θέλομεν προσιδεῖν αὐταὶ πατρὸς ἡμετέρου.

Θησεύς
ἀλλ᾽ οὐ θεμιτόν.

Ἀντιγόνη

πῶς εἶπας, ἄναξ, κοίραν᾽ Ἀθηνῶν;


Θησεύς

1765 παῖδες, ἀπεῖπεν ἐμοὶ κεῖνος
μήτε πελάζειν ἐς τούσδε τόπους
μήτ᾽ ἐπιφωνεῖν μηδένα θνητῶν
θήκην ἱεράν, ἣν κεῖνος ἔχει.
καὶ ταῦτά μ᾽ ἔφη πράσσοντα καλῶς
χώραν ἕξειν αἰὲν ἄλυπον.
ταῦτ᾽ οὖν ἔκλυεν δαίμων ἡμῶν
χὠ πάντ᾽ ἀΐων Διὸς Ὅρκος.

Ἀντιγόνη

ἀλλ᾽ εἰ τάδ᾽ ἔχει κατὰ νοῦν κείνῳ,
ταῦτ᾽ ἂν ἀπαρκοῖ: Θήβας δ᾽ ἡμᾶς
1770τὰς ὠγυγίους πέμψον, ἐάν πως
διακωλύσωμεν ἰόντα φόνον
τοῖσιν ὁμαίμοις.

Θησεύς

δράσω καὶ τάδε καὶ πάνθ᾽ ὁπόσ᾽ ἂν
μέλλω πράσσειν πρόσφορά θ᾽ ὑμῖν
1775καὶ τῷ κατὰ γῆς, ὃς νέον ἔρρει,
πρὸς χάριν: οὐ δεῖ μ᾽ ἀποκάμνειν.

Χορός

ἀλλ᾽ ἀποπαύετε μηδ᾽ ἐπὶ πλείω
θρῆνον ἐγείρετε:
πάντως γὰρ ἔχει τάδε κῦρος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
load focus English (Sir Richard Jebb, 1889)
hide References (2 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 883
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 1275
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: