previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Οἰδίπους

ξένοι,
ἀπόπτολις: ἀλλὰ μὴ

Χορός

τί τόδ᾽ ἀπεννέπεις, γέρον;

Οἰδίπους

210μὴ μὴ μή μ᾽ ἀνέρῃ τίς εἰμι,
μηδ᾽ ἐξετάσῃς πέρα ματεύων.

Χορός
τί τόδ᾽;

Οἰδίπους
αἰνὰ φύσις.

Χορός
αὔδα.

Οἰδίπους

τέκνον, ὤμοι, τί γεγώνω;

Χορός

215τίνος εἶ σπέρματος, ξένε, φώνει, πατρόθεν.

Οἰδίπους

ὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν;

Ἀντιγόνη

λέγ᾽, ἐπείπερ ἐπ᾽ ἔσχατα βαίνεις.

Οἰδίπους

ἀλλ᾽ ἐρῶ: οὐ γὰρ ἔχω κατακρυφάν.

Χορός

μακρὰ μέλλετον, ἀλλὰ τάχυνε.

Οἰδίπους
Λαΐου ἴστε τιν᾽;

Χορός
ἰοὺ ἰού.

Οἰδίπους
τό τε Λαβδακιδᾶν γένος;

Χορός
Ζεῦ.

Οἰδίπους
ἄθλιον Οἰδιπόδαν;

Χορός
σὺ γὰρ ὅδ᾽ εἶ;

Οἰδίπους

δέος ἴσχετε μηδὲν ὅσ᾽ αὐδῶ.

Χορός
ἰὼ .

Οἰδίπους
δύσμορος.

Χορός
.

Οἰδίπους

225θύγατερ, τί ποτ᾽ αὐτίκα κύρσει;

Χορός

ἔξω πόρσω βαίνετε χώρας.

Οἰδίπους

δ᾽ ὑπέσχεο ποῖ καταθήσεις,

Χορός

οὐδενὶ μοιριδία τίσις ἔρχεται
230ἃν προπάθῃ τὸ τίνειν: ἀπάτα δ᾽ ἀπά-
ταις ἑτέραις ἑτέρα παραβαλλομέ-
να πόνον, οὐ χάριν, ἀντιδίδωσιν ἔ-
χειν. σὺ δὲ τῶνδ᾽ ἑδράνων πάλιν ἔκτοπος
αὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε,
235μή τι πέρα χρέος
ἐμᾷ πόλει προσάψῃς.

Ἀντιγόνη

ξένοι
αἰδόφρονες, ἀλλ᾽ ἐπεὶ
γεραὸν πατέρα τόνδ᾽ ἐμὸν
οὐκ ἀνέτλατ᾽, ἔργων
240ἀκόντων ἀΐοντες αὐδάν,
ἀλλ᾽ ἐμὲ τὰν μελέαν, ἱκετεύομεν, ξένοι, οἰκτίραθ᾽,
πατρὸς ὑπὲρ τοὐμοῦ μόνου
ἄντομαι οὐκ ἀλαοῖς προσορωμένα
245ὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφ᾽ αἵματος
ὑμετέρου προφανεῖσα, τὸν ἄθλιον
αἰδοῦς κῦρσαι: ἐν ὔμμι γὰρ ὡς θεῷ
κείμεθα τλάμονες. ἀλλ᾽ ἴτε, νεύσατε τὰν ἀδόκητον χάριν:
250πρός σ᾽ τι σοι φίλον ἐκ σέθεν ἄντομαι,
τέκνον λέχος χρέος θεός:
οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν,
εἰ θεὸς ἄγοι,
ἐκφυγεῖν δύναιτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (5 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 137
  • Cross-references to this page (1):
    • Basil L. Gildersleeve, Syntax of Classical Greek, The Article
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: