next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οἰδίπους

τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας
χώρους ἀφίγμεθ᾽ τίνων ἀνδρῶν πόλιν;
τίς τὸν πλανήτην Οἰδίπουν καθ᾽ ἡμέραν
τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν;
5σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δ᾽ ἔτι
μεῖον φέροντα, καὶ τόδ᾽ ἐξαρκοῦν ἐμοί:
στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν
μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον.
ἀλλ᾽, τέκνον, θάκησιν εἴ τινα βλέπεις
10 πρὸς βεβήλοις πρὸς ἄλσεσιν θεῶν,
στῆσόν με κἀξίδρυσον, ὡς πυθώμεθα
ὅπου ποτ᾽ ἐσμέν: μανθάνειν γὰρ ἥκομεν
ξένοι πρὸς ἀστῶν, ἃν δ᾽ ἀκούσωμεν τελεῖν.

Ἀντιγόνη

πάτερ ταλαίπωρ᾽ Οἰδίπους, πύργοι μέν, οἳ
15πόλιν στέγουσιν, ὡς ἀπ᾽ ὀμμάτων, πρόσω:
χῶρος δ᾽ ὅδ᾽ ἱερός, ὡς ἀπεικάσαι, βρύων
δάφνης, ἐλαίας, ἀμπέλου: πυκνόπτεροι δ᾽
εἴσω κατ᾽ αὐτὸν εὐστομοῦσ᾽ ἀηδόνες:
οὗ κῶλα κάμψον τοῦδ᾽ ἐπ᾽ ἀξέστου πέτρου:
20μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν.

Οἰδίπους

κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν.

Ἀντιγόνη

χρόνου μὲν οὕνεκ᾽ οὐ μαθεῖν με δεῖ τόδε.

Οἰδίπους

ἔχεις διδάξαι δή μ᾽ ὅποι καθέσταμεν;

Ἀντιγόνη

τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ.

Οἰδίπους

25πᾶς γάρ τις ηὔδα τοῦτό γ᾽ ἡμὶν ἐμπόρων.

Ἀντιγόνη

ἀλλ᾽ ὅστις τόπος μάθω μολοῦσά ποι;

Οἰδίπους

ναί, τέκνον, εἴπερ ἐστί γ᾽ ἐξοικήσιμος.

Ἀντιγόνη

ἀλλ᾽ ἐστὶ μὴν οἰκητός: οἴομαι δὲ δεῖν
οὐδέν: πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ.

Οἰδίπους

30 δεῦρο προσστείχοντα κἀξορμώμενον;

Ἀντιγόνη

καὶ δὴ μὲν οὖν παρόντα: χὤ τί σοι λέγειν
εὔκαιρόν ἐστιν, ἔννεφ᾽, ὡς ἀνὴρ ὅδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (5 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 2
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 17
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: