previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οἰδίπους

καὶ ποῦ 'σθ᾽ κραίνων τῆσδε τῆς χώρας, ξένοι;

Χορός

πατρῷον ἄστυ γῆς ἔχει: σκοπὸς δέ νιν,
ὃς κἀμὲ δεῦρ᾽ ἔπεμψεν, οἴχεται στελῶν.

Οἰδίπους

καὶ δοκεῖτε τοῦ τυφλοῦ τιν᾽ ἐντροπὴν
300 φροντίδ᾽, ἕξειν, αὐτὸν ὥστ᾽ ἐλθεῖν πέλας;

Χορός

καὶ κάρθ᾽, ὅταν περ τοὔνομ᾽ αἴσθηται τὸ σόν.

Οἰδίπους

τίς δ᾽ ἔσθ᾽ κείνῳ τοῦτο τοὔπος ἀγγελῶν;

Χορός

μακρὰ κέλευθος: πολλὰ δ᾽ ἐμπόρων ἔπη
φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων,
305θάρσει, παρέσται. πολὺ γάρ, γέρον, τὸ σὸν
ὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺς
εὕδει, κλύων σοῦ δεῦρ᾽ ἀφίξεται ταχύς.

Οἰδίπους

ἀλλ᾽ εὐτυχὴς ἵκοιτο τῇ θ᾽ αὑτοῦ πόλει
ἐμοί τε: τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος;

Ἀντιγόνη

310 Ζεῦ, τί λέξω; ποῖ φρενῶν ἔλθω, πάτερ;

Οἰδίπους
τί δ᾽ ἔστι, τέκνον Ἀντιγόνη;

Ἀντιγόνη
γυναῖχ᾽ ὁρῶ
στείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶ
πώλου βεβῶσαν: κρατὶ δ᾽ ἡλιοστεγὴς
κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει.
315τί φῶ;
ἆρ᾽ ἔστιν; ἆρ᾽ οὐκ ἔστιν; γνώμη πλανᾷ;
καὶ φημὶ κἀπόφημι κοὐκ ἔχω τί φῶ.
τάλαινα.
οὐκ ἔστιν ἄλλη: φαιδρὰ γοῦν ἀπ᾽ ὀμμάτων
320σαίνει με προσστείχουσα: σημαίνει δ᾽ ὅτι
μόνης τόδ᾽ ἐστὶ δῆλον Ἰσμήνης κάρα.

Οἰδίπους
πῶς εἶπας, παῖ;

Ἀντιγόνη
παῖδα σήν, ἐμὴν δ᾽ ὁρᾶν
ὅμαιμον: αὐδῇ δ᾽ αὐτίκ᾽ ἔξεστιν μαθεῖν.

Ἰσμήνη

δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶ
325ἥδιστα προσφωνήμαθ᾽, ὡς ὑμᾶς μόλις
εὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω.

Οἰδίπους
τέκνον, ἥκεις;

Ἰσμήνη
πάτερ δύσμοιρ᾽ ὁρᾶν.

Οἰδίπους
τέκνον, πέφηνας;

Ἰσμήνη
οὐκ ἄνευ μόχθου γέ μοι.

Οἰδίπους
πρόσψαυσον, παῖ.

Ἰσμήνη
θιγγάνω δυοῖν ὁμοῦ.

Οἰδίπους
σπέρμ᾽ ὅμαιμον.

Ἰσμήνη
δυσάθλιαι τροφαί.

Οἰδίπους
τῆσδε κἀμοῦ;

Ἰσμήνη
δυσμόρου τ᾽ ἐμοῦ τρίτης.

Οἰδίπους
τέκνον, τί δ᾽ ἦλθες;

Ἰσμήνη
σῇ, πάτερ, προμηθίᾳ.

Οἰδίπους
πότερα πόθοισι;

Ἰσμήνη
καὶ λόγων γ᾽ αὐτάγγελος,
ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ.

Οἰδίπους

335οἱ δ᾽ αὐθόμαιμοι ποῦ νεανίαι πονεῖν;

Ἰσμήνη

εἴσ᾽ οὗπέρ εἰσι: δεινὰ τἀν κείνοις τανῦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (5 total)
  • Commentary references to this page (3):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 463-512
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 170
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 377
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: