previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οἰδίπους

385ἤδη γὰρ ἔσχες ἐλπίδ᾽ ὡς ἐμοῦ θεοὺς
ὤραν τιν᾽ ἕξειν, ὥστε σωθῆναί ποτε;

Ἰσμήνη

ἔγωγε τοῖς νὺν γ᾽, πάτερ, μαντεύμασιν.

Οἰδίπους

ποίοισι τούτοις; τί δὲ τεθέσπισται, τέκνον;

Ἰσμήνη

σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ
390θανόντ᾽ ἔσεσθαι ζῶντά τ᾽ εὐσοίας χάριν.

Οἰδίπους

τίς δ᾽ ἂν τοιοῦδ᾽ ὑπ᾽ ἀνδρὸς εὖ πράξειεν ἄν;

Ἰσμήνη

ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη.

Οἰδίπους

ὅτ᾽ οὐκέτ᾽ εἰμί, τηνικαῦτ᾽ ἄρ᾽ εἴμ᾽ ἀνήρ;

Ἰσμήνη

νῦν γὰρ θεοί σ᾽ ὀρθοῦσι, πρόσθε δ᾽ ὤλλυσαν.

Οἰδίπους

395γέροντα δ᾽ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ.

Ἰσμήνη

καὶ μὴν Κρέοντά γ᾽ ἴσθι σοι τούτων χάριν
ἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου.

Οἰδίπους

ὅπως τί δράσῃ, θύγατερ; ἑρμήνευέ μοι.

Ἰσμήνη

ὥς σ᾽ ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως
400κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ 'μβαίνῃς ὅρων.

Οἰδίπους

δ᾽ ὠφέλησις τίς θύρασι κειμένου;

Ἰσμήνη

κείνοις τύμβος δυστυχῶν σὸς βαρύς.

Οἰδίπους

κἄνευ θεοῦ τις τοῦτό γ᾽ ἂν γνώμῃ μάθοι.

Ἰσμήνη

τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας
405χώρας θέλουσι, μηδ᾽ ἵν᾽ ἂν σαυτοῦ κρατοῖς.

Οἰδίπους

καὶ κατασκιῶσι Θηβαίᾳ κόνει;

Ἰσμήνη

ἀλλ᾽ οὐκ ἐᾷ τοὔμφυλον αἷμά σ᾽, πάτερ.

Οἰδίπους

οὐκ ἆρ᾽ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε.

Ἰσμήνη

ἔσται ποτ᾽ ἆρα τοῦτο Καδμείοις βάρος.

Οἰδίπους

410ποίας φανείσης, τέκνον, συναλλαγῆς;

Ἰσμήνη

τῆς σῆς ὑπ᾽ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις.

Οἰδίπους

δ᾽ ἐννέπεις, κλύουσα τοῦ λέγεις, τέκνον;

Ἰσμήνη

ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφ᾽ ἑστίας.

Οἰδίπους

καὶ ταῦτ᾽ ἐφ᾽ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ;

Ἰσμήνη

415ὥς φασιν οἱ μολόντες εἰς Θήβης πέδον.

Οἰδίπους

παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε;

Ἰσμήνη

ἄμφω γ᾽ ὁμοίως, κἀξεπίστασθον καλῶς.

Οἰδίπους

κᾆθ᾽ οἱ κάκιστοι τῶνδ᾽ ἀκούσαντες, πάρος
τοὐμοῦ πόθου προύθεντο τὴν τυραννίδα;

Ἰσμήνη

420ἀλγῶ κλύουσα ταῦτ᾽ ἐγώ, φέρω δ᾽ ὅμως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (5 total)
  • Commentary references to this page (3):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 402
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 418
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 538
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: