previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι,
αὐτός τε παῖδές θ᾽ αἵδ᾽: ἐπεὶ δὲ τῆσδε γῆς
σωτῆρα σαυτὸν τῷδ᾽ ἐπεμβάλλεις λόγῳ,
παραινέσαι σοι βούλομαι τὰ σύμφορα.

Οἰδίπους

465 φίλταθ᾽, ὡς νῦν πᾶν τελοῦντι προξένει.

Χορός

θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφ᾽ ἃς
τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον.

Οἰδίπους

τρόποισι ποίοις; ξένοι, διδάσκετε.

Χορός

πρῶτον μὲν ἱερὰς ἐξ ἀειρύτου χοὰς
470κρήνης ἐνεγκοῦ, δι᾽ ὁσίων χειρῶν θιγών.

Οἰδίπους

ὅταν δὲ τοῦτο χεῦμ᾽ ἀκήρατον λάβω;

Χορός

κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη,
ὧν κρᾶτ᾽ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους.

Οἰδίπους

θαλλοῖσιν κρόκαισιν, ποίῳ τρόπῳ;

Χορός

475οἰός γε νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών.

Οἰδίπους

εἶεν: τὸ δ᾽ ἔνθεν ποῖ τελευτῆσαί με χρή;

Χορός

χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω.

Οἰδίπους

τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε;

Χορός

τρισσάς γε πηγάς: τὸν τελευταῖον δ᾽ ὅλον.

Οἰδίπους

480τοῦ τόνδε πλήσας θῶ; δίδασκε καὶ τόδε.

Χορός

ὕδατος, μελίσσης: μηδὲ προσφέρειν μέθυ.

Οἰδίπους

ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ;

Χορός

τρὶς ἐννέ᾽ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν
τιθεὶς ἐλαίας τάσδ᾽ ἐπεύχεσθαι λιτάς.

Οἰδίπους

485τούτων ἀκοῦσαι βούλομαι: μέγιστα γάρ.

Χορός

ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν
στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον,
αἰτοῦ σύ τ᾽ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ,
ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν:
490ἔπειτ᾽ ἀφέρπειν ἄστροφος. καὶ ταῦτά σοι
δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ:
ἄλλως δὲ δειμαίνοιμ᾽ ἄν, ξέν᾽, ἀμφὶ σοι.

Οἰδίπους

παῖδε, κλύετον τῶνδε προσχώρων ξένων;

Ἀντιγόνη

ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν.

Οἰδίπους

495ἐμοὶ μὲν οὐχ ὁδωτά: λείπομαι γὰρ ἐν
τῷ μὴ δύνασθαι μήδ᾽ ὁρᾶν, δυοῖν κακοῖν:
σφῷν δ᾽ ἁτέρα μολοῦσα πραξάτω τάδε.
ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίαν
ψυχὴν τάδ᾽ ἐκτίνουσαν, ἢν εὔνους παρῇ.
500ἀλλ᾽ ἐν τάχει τι πράσσετον: μόνον δέ με
μὴ λείπετ᾽: οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμας
ἔρημον ἕρπειν οὐδ᾽ ὑφηγητοῦ δίχα.

Ἰσμήνη

ἀλλ᾽ εἶμ᾽ ἐγὼ τελοῦσα: τὸν τόπον δ᾽ ἵνα
χρῆσταί μ᾽ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν.

Χορός

505τοὐκεῖθεν ἄλσους, ξένη, τοῦδ᾽: ἢν δέ του
σπάνιν τιν᾽ ἴσχῃς, ἔστ᾽ ἔποικος ὃς φράσει.

Ἰσμήνη

χωροῖμ᾽ ἂν ἐς τόδ᾽: Ἀντιγόνη, σὺ δ᾽ ἐνθάδε
φύλασσε πατέρα τόνδε: τοῖς τεκοῦσι γὰρ
οὐδ᾽ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (6 total)
  • Commentary references to this page (4):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 227
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 23
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 383
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 895
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: