previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θησεύς

ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων;

Οἰδίπους

580χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που.

Θησεύς

ποίῳ γὰρ σὴ προσφορὰ δηλώσεται;

Οἰδίπους

ὅταν θάνω 'γὼ καὶ σύ μου ταφεὺς γένῃ

Θησεύς

τὰ λοίσθι᾽ αἰτεῖ τοῦ βίου, τὰ δ᾽ ἐν μέσῳ
λῆστιν ἴσχεις δι᾽ οὐδενὸς ποεῖ.

Οἰδίπους

585ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται.

Θησεύς

ἀλλ᾽ ἐν βραχεῖ δὴ τήνδε μ᾽ ἐξαιτεῖ χάριν.

Οἰδίπους

ὅρα γε μήν: οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε.

Θησεύς

πότερα τὰ τῶν σῶν ἐκγόνων κἀμοῦ λέγεις;—

Οἰδίπους

κεῖνοι κομίζειν κεῖσ᾽ ἄναξ, χρῄζουσί με.

Θησεύς

590ἀλλ᾽ εἰ θέλοντά γ᾽ οὐδὲ σοὶ φεύγειν καλόν.

Οἰδίπους

ἀλλ᾽ οὐδ᾽, ὅτ᾽ αὐτὸς ἤθελον, παρίεσαν.

Θησεύς

μῶρε, θυμὸς δ᾽ ἐν κακοῖς οὐ ξύμφορον.

Οἰδίπους

ὅταν μάθῃς μου, νουθέτει, τανῦν δ᾽ ἔα.

Θησεύς

δίδασκ᾽: ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν.

Οἰδίπους

595πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά.

Θησεύς

τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς;

Οἰδίπους

οὐ δῆτ᾽, ἐπεὶ πᾶς τοῦτό γ᾽ Ἑλλήνων θροεῖ.

Θησεύς

τί γὰρ τὸ μεῖζον κατ᾽ ἄνθρωπον νοσεῖς;

Οἰδίπους

οὕτως ἔχει μοι. γῆς ἐμῆς ἀπηλάθην
600πρὸς τῶν ἐμαυτοῦ σπερμάτων: ἔστιν δέ μοι
πάλιν κατελθεῖν μήποθ᾽, ὡς πατροκτόνῳ.

Θησεύς

πῶς δῆτα σ᾽ ἂν πεμψαίαθ᾽, ὥστ᾽ οἰκεῖν δίχα;

Οἰδίπους

τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει στόμα.

Θησεύς

ποῖον πάθος δείσαντας ἐκ χρηστηρίων;

Οἰδίπους

605ὅτι σφ᾽ ἀνάγκη τῇδε πληγῆναι χθονί.

Θησεύς

καὶ πῶς γένοιτ᾽ ἂν τἀμὰ κἀκείνων πικρά;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (4 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 407
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 429
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: