previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οἰδίπους

φίλτατ᾽ Αἰγέως παῖ, μόνοις οὐ γίγνεται
θεοῖσι γῆρας οὐδὲ κατθανεῖν ποτε.
τὰ δ᾽ ἄλλα συγχεῖ πάνθ᾽ παγκρατὴς χρόνος.
610φθίνει μὲν ἰσχὺς γῆς, φθίνει δὲ σώματος,
θνῄσκει δὲ πίστις, βλαστάνει δ᾽ ἀπιστία,
καὶ πνεῦμα ταὐτὸν οὔποτ᾽ οὔτ᾽ ἐν ἀνδράσιν
φίλοις βέβηκεν οὔτε πρὸς πόλιν πόλει.
τοῖς μὲν γὰρ ἤδη, τοῖς δ᾽ ἐν ὑστέρῳ χρόνῳ
615τὰ τερπνὰ πικρὰ γίγνεται καὖθις φίλα.
καὶ ταῖσι Θήβαις εἰ τανῦν εὐημερεῖ
καλῶς τὰ πρὸς σέ, μυρίας μυρίος
χρόνος τεκνοῦται νύκτας ἡμέρας τ᾽ ἰών,
ἐν αἷς τὰ νῦν ξύμφωνα δεξιώματα
620δόρει διασκεδῶσιν ἐκ σμικροῦ λόγου:
ἵν᾽ οὑμὸς εὕδων καὶ κεκρυμμένος νέκυς
ψυχρός ποτ᾽ αὐτῶν θερμὸν αἷμα πίεται,
εἰ Ζεὺς ἔτι Ζεὺς χὠ Διὸς Φοῖβος σαφής.
ἀλλ᾽ οὐ γὰρ αὐδᾶν ἡδὺ τἀκίνητ᾽ ἔπη,
625ἔα μ᾽ ἐν οἷσιν ἠρξάμην, τὸ σὸν μόνον
πιστὸν φυλάσσων, κοὔποτ᾽ Οἰδίπουν ἐρεῖς
ἀχρεῖον οἰκητῆρα δέξασθαι τόπων
τῶν ἐνθάδ᾽, εἴπερ μὴ θεοὶ ψεύσουσί με.

Χορός

ἄναξ, πάλαι καὶ ταῦτα καὶ τοιαῦτ᾽ ἔπη
630γῇ τῇδ᾽ ὅδ᾽ ἁνὴρ ὡς τελῶν ἐφαίνετο.

Θησεύς

τίς δῆτ᾽ ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοι
τοιοῦδ᾽, ὅτῳ πρῶτον μὲν δορύξενος
κοινή παρ᾽ ἡμῖν αἰέν ἐστιν ἑστία;
ἔπειτα δ᾽ ἱκέτης δαιμόνων ἀφιγμένος
635γῇ τῇδε κἀμοὶ δασμὸν οὐ σμικρὸν τίνει.
ἁγὼ σεβισθεὶς οὔποτ᾽ ἐκβαλῶ χάριν
τὴν τοῦδε, χώρᾳ δ᾽ ἔμπολιν κατοικιῶ.
εἰ δ᾽ ἐνθάδ᾽ ἡδὺ τῷ ξένῳ μίμνειν, σέ νιν
τάξω φυλάσσειν, εἴτ᾽ ἐμοῦ στείχειν μέτα,
640τόδ᾽ ἡδύ, τούτων, Οἰδίπους, δίδωμί σοι
κρίναντι χρῆσθαι: τῇδε γὰρ ξυνοίσομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (4 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 401
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 943
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: