previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οἰδίπους

ξεῖν᾽, ἀκούων τῆσδε τῆς ὑπέρ τ᾽ ἐμοῦ
αὑτῆς θ᾽ ὁρώσης, οὕνεχ᾽ ἡμὶν αἴσιος
35σκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι

Ξένος

πρὶν νῦν τὰ πλείον᾽ ἱστορεῖν, ἐκ τῆσδ᾽ ἕδρας
ἔξελθ᾽: ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν.

Οἰδίπους

τίς δ᾽ ἔσθ᾽ χῶρος; τοῦ θεῶν νομίζεται;

Ξένος

ἄθικτος οὐδ᾽ οἰκητός: αἱ γὰρ ἔμφοβοι
40θεαί σφ᾽ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι.

Οἰδίπους

τίνων τὸ σεμνὸν ὄνομ᾽ ἂν εὐξαίμην κλύων;

Ξένος

τὰς πάνθ᾽ ὁρώσας Εὐμενίδας γ᾽ ἐνθάδ᾽ ἂν
εἴποι λεώς νιν: ἄλλα δ᾽ ἀλλαχοῦ καλά.

Οἰδίπους

ἀλλ᾽ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο:
45ὡς οὐχ ἕδρας γῆς τῆσδ᾽ ἂν ἐξέλθοιμ᾽ ἔτι.

Ξένος
τί δ᾽ ἐστὶ τοῦτο;

Οἰδίπους
ξυμφορᾶς ξύνθημ᾽ ἐμῆς.

Ξένος

ἀλλ᾽ οὐδ᾽ ἐμοί τοι τοὐξανιστάναι πόλεως
δίχ᾽ ἐστὶ θάρσος, πρίν γ᾽ ἂν ἐνδείξω τί δρῶ.

Οἰδίπους

πρός νυν θεῶν, ξεῖνε, μή μ᾽ ἀτιμάσῃς,
50τοιόνδ᾽ ἀλήτην, ὧν σε προστρέπω φράσαι.

Ξένος

σήμαινε, κοὐκ᾽ ἄτιμος ἔκ γ᾽ ἐμοῦ φανεῖ.

Οἰδίπους

τίς ἔσθ᾽ χῶρος δῆτ᾽, ἐν βεβήκαμεν;

Ξένος

ὅσ᾽ οἶδα κἀγὼ πάντ᾽ ἐπιστήσει κλύων:
χῶρος μὲν ἱερὸς πᾶς ὅδ᾽ ἔστ᾽: ἔχει δέ νιν
55σεμνὸς Ποσειδῶν: ἐν δ᾽ πυρφόρος θεὸς
Τιτὰν Προμηθεύς: ὃν δ᾽ ἐπιστείβεις τόπον,
χθονὸς καλεῖται τῆσδε χαλκόπους ὀδός,
ἔρεισμ᾽ Ἀθηνῶν: οἱ δὲ πλησίοι γύαι
τόνδ᾽ ἱππότην Κολωνὸν εὔχονται σφίσιν
60ἀρχηγὸν εἶναι καὶ φέρουσι τοὔνομα
τὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι.
τοιαῦτά σοι ταῦτ᾽ ἐστίν, ξέν᾽, οὐ λόγοις
τιμώμεν᾽, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον.

Οἰδίπους

γάρ τινες ναίουσι τούσδε τοὺς τόπους;

Ξένος

65καὶ κάρτα, τοῦδε τοῦ θεοῦ γ᾽ ἐπώνυμοι.

Οἰδίπους

ἄρχει τις αὐτῶν 'πὶ τῷ πλήθει λόγος;

Ξένος

ἐκ τοῦ κατ᾽ ἄστυ βασιλέως τάδ᾽ ἄρχεται.

Οἰδίπους

οὗτος δὲ τίς λόγῳ τε καὶ σθένει κρατεῖ;

Ξένος

Θησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος.

Οἰδίπους

70ἆρ᾽ ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι;

Ξένος

ὡς πρὸς τί λέξων καταρτύσων μολεῖν;

Οἰδίπους

ὡς ἂν προσαρκῶν σμικρὰ κερδάνῃ μέγα.

Ξένος

καὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις;

Οἰδίπους

ὅσ᾽ ἂν λέγωμεν πάνθ᾽ ὁρῶντα λέξομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (6 total)
  • Commentary references to this page (4):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 1431
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 84
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 1003
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 910
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: