previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κρέων

800πότερα νομίζεις δυστυχεῖν ἔμ᾽ ἐς τὰ σά,
σ᾽ εἰς τὰ σαυτοῦ μᾶλλον, ἐς τῷ νῦν λόγῳ;

Οἰδίπους

ἐμοὶ μέν ἐσθ᾽ ἥδιστον, εἰ σὺ μήτ᾽ ἐμὲ
πείθειν οἷός τ᾽ εἶ μήτε τούσδε τοὺς πέλας.

Κρέων

δύσμορ᾽, οὐδὲ τῷ χρόνῳ φύσας φανεῖ
805φρένας ποτ᾽ ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφει;

Οἰδίπους

γλώσσῃ σὺ δεινός: ἄνδρα δ᾽ οὐδέν᾽ οἶδ᾽ ἐγὼ
δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει.

Κρέων

χωρὶς τό τ᾽ εἰπεῖν πολλὰ καὶ τὰ καίρια.

Οἰδίπους

ὡς δὴ σὺ βραχέα, ταῦτα δ᾽ ἐν καιρῷ λέγεις.

Κρέων

810οὐ δῆθ᾽ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα.

Οἰδίπους

ἄπελθ᾽, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ με
φύλασσ᾽ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ.

Κρέων

μαρτύρομαι τούσδ᾽, οὐ σέ: πρὸς δὲ τοὺς φίλους
οἷ᾽ ἀνταμείβει ῥήματ᾽, ἤν σ᾽ ἕλω ποτέ

Οἰδίπους

815τίς δ᾽ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ;

Κρέων

μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσει.

Οἰδίπους

ποίῳ σὺν ἔργῳ τοῦτ᾽ ἀπειλήσας ἔχεις;

Κρέων

παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼ
ξυναρπάσας ἔπεμψα, τὴν δ᾽ ἄξω τάχα.

Οἰδίπους
οἴμοι.

Κρέων
τάχ᾽ ἕξεις μᾶλλον οἰμώζειν τάδε.

Οἰδίπους
τὴν παῖδ᾽ ἔχεις μου;

Κρέων
τήνδε τ᾽ οὐ μακροῦ χρόνου.

Οἰδίπους

ἰὼ ξένοι, τί δράσετ᾽; προδώσετε,
κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός;

Χορός

χώρει, ξέν᾽, ἔξω θᾶσσον. οὔτε γὰρ τὰ νῦν
825δίκαια πράσσεις οὔθ᾽ πρόσθεν εἴργασαι.

Κρέων

ὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγειν
ἄκουσαν, εἰ θέλουσα μὴ πορεύεται.

Ἀντιγόνη

οἴμοι τάλαινα, ποῖ φύγω; ποίαν λάβω θεῶν ἄρηξιν βροτῶν;

Χορός
τί δρᾷς, ξένε;

Κρέων

830οὐχ ἅψομαι τοῦδ᾽ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς.

Οἰδίπους
γῆς ἄνακτες.

Χορός
ξέν᾽, οὐ δίκαια δρᾷς.

Κρέων
δίκαια.

Χορός
πῶς δίκαια;

Κρέων
τοὺς ἐμοὺς ἄγω.

Οἰδίπους

ἰὼ πόλις.

Χορός

835τί δρᾷς, ξέν᾽; οὐκ ἀφήσεις; τάχ᾽ εἰς βάσανον εἶ χερῶν.

Κρέων
εἴργου.

Χορός
σοῦ μὲν οὔ, τάδε γε μωμένου.

Κρέων

πόλει μαχεῖ γάρ, εἴ τι πημανεῖς ἐμέ.

Οἰδίπους
οὐκ ἠγόρευον ταῦτ᾽ ἐγώ;

Χορός
μέθες χεροῖν τὴν παῖδα θᾶσσον.

Κρέων
μὴ 'πίτασσ᾽ μὴ κρατεῖς.

Χορός
χαλᾶν λέγω σοι.

Κρέων
σοὶ δ᾽ ἔγωγ᾽ ὁδοιπορεῖν.

Χορός

πρόβαθ᾽ ὧδε, βᾶτε βᾶτ᾽, ἔντοποι:
πόλις ἐναίρεται, πόλις ἐμά, σθένει: πρόβαθ᾽ ὧδέ μοι.

Ἀντιγόνη

ἀφέλκομαι δύστηνος, ξένοι ξένοι.

Οἰδίπους
ποῦ, τέκνον, εἴ μοι;

Ἀντιγόνη
πρὸς βίαν πορεύομαι.

Οἰδίπους
ὄρεξον, παῖ, χεῖρας.

Ἀντιγόνη
ἀλλ᾽ οὐδὲν σθένω.

Κρέων
οὐκ ἄξεθ᾽ ὑμεῖς;

Οἰδίπους
τάλας ἐγώ, τάλας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 857
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: