previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κρέων

οὔκουν ποτ᾽ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτι
ὁδοιπορήσῃς: ἀλλ᾽ ἐπεὶ νικᾶν θέλεις
850πατρίδα τε τὴν σὴν καὶ φίλους, ὑφ᾽ ὧν ἐγὼ
ταχθεὶς τάδ᾽ ἔρδω, καὶ τύραννος ὢν ὅμως,
νίκα. χρόνῳ γάρ, οἶδ᾽ ἐγώ, γνώσει τάδε,
ὁθούνεκ᾽ αὐτὸς αὑτὸν οὔτε νῦν καλὰ
δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων,
855ὀργῇ χάριν δούς, σ᾽ ἀεὶ λυμαίνεται.

Χορός
ἐπίσχες αὐτοῦ, ξεῖνε.

Κρέων
μὴ ψαύειν λέγω.

Χορός

οὔτοι σ᾽ ἀφήσω, τῶνδέ γ᾽ ἐστερημένος.

Κρέων

καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχα
θήσεις: ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν.

Χορός
ἀλλ᾽ ἐς τί τρέψει;

Κρέων
τόνδ᾽ ἀπάξομαι λαβών.

Χορός
δεινὸν λέγοις ἄν.

Κρέων
τοῦτο νῦν πεπράξεται.

Χορός

ἢν μή σ᾽ κραίνων τῆσδε γῆς ἀπειργάθῃ.

Οἰδίπους

φθέγμ᾽ ἀναιδές, σὺ γὰρ ψαύσεις ἐμοῦ;

Κρέων
αὐδῶ σιωπᾶν.

Οἰδίπους
μὴ γὰρ αἵδε δαίμονες
865θεῖέν μ᾽ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι,
ὅς μ᾽, κάκιστε, ψιλὸν ὄμμ᾽ ἀποσπάσας
πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχει βίᾳ.
τοιγὰρ σέ τ᾽ αὐτὸν καὶ γένος τὸ σὸν θεῶν
πάντα λεύσσων Ἥλιος δοίη βίον
870τοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε.

Κρέων

ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι;

Οἰδίπους

ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦσ᾽ ὅτι
ἔργοις πεπονθὼς ῥήμασίν σ᾽ ἀμύνομαι.

Κρέων

οὔτοι καθέξω θυμόν, ἀλλ᾽ ἄξω βίᾳ
875κεἰ μοῦνός εἰμι τόνδε καὶ χρόνῳ βραδύς.

Οἰδίπους

ἰὼ τάλας.

Χορός

ὅσον λῆμ᾽ ἔχων ἀφίκου, ξέν᾽, εἰ τάδε δοκεῖς τελεῖν.

Κρέων
δοκῶ.

Χορός
τάνδ᾽ ἄρ᾽ οὐκέτι νεμῶ πόλιν.

Κρέων

880τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν.

Οἰδίπους
ἀκούεθ᾽ οἷα φθέγγεται;

Χορός
τά γ᾽ οὐ τελεῖ. ἴστω μέγας Ζεύς.

Κρέων
Ζεύς γ᾽ ἂν εἰδείη, σὺ δ᾽ οὔ.

Χορός
ἆρ᾽ οὐχ ὕβρις τάδ᾽;

Κρέων
ὕβρις, ἀλλ᾽ ἀνεκτέα.

Χορός

ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι,
885μόλετε σὺν τάχει, μόλετ᾽, ἐπεὶ πέραν περῶσ᾽ οἵδε δή.

Οἰδίπους

τίς ποθ᾽ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲ
βουθυτοῦντά μ᾽ ἀμφὶ βωμὸν ἔσχετ᾽ ἐναλίῳ θεῷ
τοῦδ᾽ ἐπιστάτῃ Κολωνοῦ; λέξαθ᾽, ὡς εἰδῶ τὸ πᾶν,
890οὗ χάριν δεῦρ᾽ ᾖξα θᾶσσον καθ᾽ ἡδονὴν ποδός.

Οἰδίπους

φίλτατ᾽, ἔγνων γὰρ τὸ προσφώνημά σου,
πέπονθα δεινὰ τοῦδ᾽ ὑπ᾽ ἀνδρὸς ἀρτίως.

Θησεύς

τὰ ποῖα ταῦτα, τίς δ᾽ πημήνας; λέγε.

Οἰδίπους

Κρέων ὅδ᾽, ὃν δέδορκας, οἴχεται τέκνων
895ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα.

Θησεύς
πῶς εἶπας;

Οἰδίπους
οἷά περ πέπονθ᾽ ἀκήκοας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 699
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: