previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.
αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
370Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,
στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ
Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.
ἤτοι μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο
αἴνυτ᾽ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τ᾽ ὤμων
375καὶ κόρυθα βριαρήν: δὲ τόξου πῆχυν ἄνελκε
καὶ βάλεν, οὐδ᾽ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,
ταρσὸν δεξιτεροῖο ποδός: διὰ δ᾽ ἀμπερὲς ἰὸς
ἐν γαίῃ κατέπηκτο: δὲ μάλα ἡδὺ γελάσσας
ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα:
380βέβληαι οὐδ᾽ ἅλιον βέλος ἔκφυγεν: ὡς ὄφελόν τοι
νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.
οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,
οἵ τέ σε πεφρίκασι λέονθ᾽ ὡς μηκάδες αἶγες.

τὸν δ᾽ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης:
385τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα
εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,
οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί:
νῦν δέ μ᾽ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.
οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι πάϊς ἄφρων:
390κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.
τ᾽ ἄλλως ὑπ᾽ ἐμεῖο, καὶ εἴ κ᾽ ὀλίγον περ ἐπαύρῃ,
ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.
τοῦ δὲ γυναικὸς μέν τ᾽ ἀμφίδρυφοί εἰσι παρειαί,
παῖδες δ᾽ ὀρφανικοί: δέ θ᾽ αἵματι γαῖαν ἐρεύθων
395πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.

ὣς φάτο, τοῦ δ᾽ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
ἔστη πρόσθ᾽: δ᾽ ὄπισθε καθεζόμενος βέλος ὠκὺ
ἐκ ποδὸς ἕλκ᾽, ὀδύνη δὲ διὰ χροὸς ἦλθ᾽ ἀλεγεινή.
ἐς δίφρον δ᾽ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
400νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν: ἤχθετο γὰρ κῆρ.

οἰώθη δ᾽ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ
Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας:
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι
405πληθὺν ταρβήσας: τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
μοῦνος: τοὺς δ᾽ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.
ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός;
οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,
ὃς δέ κ᾽ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ
410ἑστάμεναι κρατερῶς, τ᾽ ἔβλητ᾽ τ᾽ ἔβαλ᾽ ἄλλον.
’’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
  • Commentary references to this page (4):
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 8.547
    • Walter Leaf, Commentary on the Iliad (1900), 16.618
    • Walter Leaf, Commentary on the Iliad (1900), 20.99
    • Walter Leaf, Commentary on the Iliad (1900), 5.218
  • Cross-references to this page (2):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.2.4
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: