previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘’

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.
365αὐτίκ᾽ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα:
Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,
ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι:
αὐτὰρ ἐγὼ κεῖσ᾽ εἶμι καὶ ἀντιόω πολέμοιο:
αἶψα δ᾽ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.
370

ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,
καί οἱ Τεῦκρος ἅμ᾽ ᾖε κασίγνητος καὶ ὄπατρος:
τοῖς δ᾽ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.
εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο
τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δ᾽ ἵκοντο,
375οἳ δ᾽ ἐπ᾽ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι
ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες:
σὺν δ᾽ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δ᾽ ἀϋτή.

Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον
380μαρμάρῳ ὀκριόεντι βαλών, ῥα τείχεος ἐντὸς
κεῖτο μέγας παρ᾽ ἔπαλξιν ὑπέρτατος: οὐδέ κέ μιν ῥέα
χείρεσσ᾽ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ᾽ ἡβῶν,
οἷοι νῦν βροτοί εἰσ᾽: δ᾽ ἄρ᾽ ὑψόθεν ἔμβαλ᾽ ἀείρας,
θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δ᾽ ὀστέ᾽ ἄραξε
385πάντ᾽ ἄμυδις κεφαλῆς: δ᾽ ἄρ᾽ ἀρνευτῆρι ἐοικὼς
κάππεσ᾽ ἀφ᾽ ὑψηλοῦ πύργου, λίπε δ᾽ ὀστέα θυμός.
Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ᾽ Ἱππολόχοιο
ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,
ῥ᾽ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.
390ἂψ δ᾽ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν
βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ᾽ ἐπέεσσι.
Σαρπήδοντι δ᾽ ἄχος γένετο Γλαύκου ἀπιόντος
αὐτίκ᾽ ἐπεί τ᾽ ἐνόησεν: ὅμως δ᾽ οὐ λήθετο χάρμης,
ἀλλ᾽ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας
395νύξ᾽, ἐκ δ᾽ ἔσπασεν ἔγχος: δ᾽ ἑσπόμενος πέσε δουρὶ
πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,
Σαρπηδὼν δ᾽ ἄρ᾽ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
ἕλχ᾽, δ᾽ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε
τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
  • Commentary references to this page (3):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1505
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 70
    • Walter Leaf, Commentary on the Iliad (1900), 14.108
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: