previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘‘’ 440

Ἀργεῖοι δ᾽ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα
μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας
Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι
Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων
445Ἤνοπι βουκολέοντι παρ᾽ ὄχθας Σατνιόεντος.
τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
οὖτα κατὰ λαπάρην: δ᾽ ἀνετράπετ᾽, ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
τῷ δ᾽ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ
450Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον
υἱὸν Ἀρηϊλύκοιο, δι᾽ ὤμου δ᾽ ὄβριμον ἔγχος
ἔσχεν, δ᾽ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
Πουλυδάμας δ᾽ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας:
οὐ μὰν αὖτ᾽ ὀΐω μεγαθύμου Πανθοΐδαο
455χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,
ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω
αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.

ὣς ἔφατ᾽, Ἀργείοισι δ᾽ ἄχος γένετ᾽ εὐξαμένοιο:
Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε
460τῷ Τελαμωνιάδῃ: τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.
καρπαλίμως δ᾽ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.
Πουλυδάμας δ᾽ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν
λικριφὶς ἀΐξας, κόμισεν δ᾽ Ἀντήνορος υἱὸς
Ἀρχέλοχος: τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.
465τόν ῥ᾽ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,
νείατον ἀστράγαλον, ἀπὸ δ᾽ ἄμφω κέρσε τένοντε:
τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε
οὔδεϊ πλῆντ᾽ περ κνῆμαι καὶ γοῦνα πεσόντος.
Αἴας δ᾽ αὖτ᾽ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι:
470φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες
ῥ᾽ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι
ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,
ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο
πάϊς: αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: