previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔνθα δ᾽ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης
ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς
αὐτίκ᾽ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν
ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε:
310ῥῆξεν δ᾽ ὀστέον ἔγχος, δὲ πρηνὴς ἐπὶ γαίῃ
κάππεσ᾽: ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα
στέρνον γυμνωθέντα παρ᾽ ἀσπίδα, λῦσε δὲ γυῖα.
Φυλεΐδης δ᾽ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας
ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος
315μυὼν ἀνθρώπου πέλεται: περὶ δ᾽ ἔγχεος αἰχμῇ
νεῦρα διεσχίσθη: τὸν δὲ σκότος ὄσσε κάλυψε.
Νεστορίδαι δ᾽ μὲν οὔτασ᾽ Ἀτύμνιον ὀξέϊ δουρὶ
Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος:
ἤριπε δὲ προπάροιθε. Μάρις δ᾽ αὐτοσχεδὰ δουρὶ
320Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς
στὰς πρόσθεν νέκυος: τοῦ δ᾽ ἀντίθεος Θρασυμήδης
ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδ᾽ ἀφάμαρτεν,
ὦμον ἄφαρ: πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ
δρύψ᾽ ἀπὸ μυώνων, ἀπὸ δ᾽ ὀστέον ἄχρις ἄραξε:
325δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.
ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε
βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι
υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν
θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.
330Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας
ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον: ἀλλά οἱ αὖθι
λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.
πᾶν δ᾽ ὑπεθερμάνθη ξίφος αἵματι: τὸν δὲ κατ᾽ ὄσσε
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
335Πηνέλεως δὲ Λύκων τε συνέδραμον: ἔγχεσι μὲν γὰρ
ἤμβροτον ἀλλήλων, μέλεον δ᾽ ἠκόντισαν ἄμφω:
τὼ δ᾽ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν
ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν
φάσγανον ἐρραίσθη: δ᾽ ὑπ᾽ οὔατος αὐχένα θεῖνε
340Πηνέλεως, πᾶν δ᾽ εἴσω ἔδυ ξίφος, ἔσχεθε δ᾽ οἶον
δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.
Μηριόνης δ᾽ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι
νύξ᾽ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον:
ἤριπε δ᾽ ἐξ ὀχέων, κατὰ δ᾽ ὀφθαλμῶν κέχυτ᾽ ἀχλύς.
345Ἰδομενεὺς δ᾽ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ
νύξε: τὸ δ᾽ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε
νέρθεν ὑπ᾽ ἐγκεφάλοιο, κέασσε δ᾽ ἄρ᾽ ὀστέα λευκά:
ἐκ δ᾽ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω
αἵματος ὀφθαλμοί: τὸ δ᾽ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας
350πρῆσε χανών: θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.2
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: