previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς:
570βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν
υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,
ὅς ῥ᾽ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε
τὸ πρίν: ἀτὰρ τότε γ᾽ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας
ἐς Πηλῆ᾽ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν:
575οἳ δ᾽ ἅμ᾽ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι
Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
τόν ῥα τόθ᾽ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ
χερμαδίῳ κεφαλήν: δ᾽ ἄνδιχα πᾶσα κεάσθη
ἐν κόρυθι βριαρῇ: δ᾽ ἄρα πρηνὴς ἐπὶ νεκρῷ
580κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
Πατρόκλῳ δ᾽ ἄρ᾽ ἄχος γένετο φθιμένου ἑτάροιο,
ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς
ὠκέϊ, ὅς τ᾽ ἐφόβησε κολοιούς τε ψῆράς τε:
ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε
585ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.
καί ῥ᾽ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν
αὐχένα χερμαδίῳ, ῥῆξεν δ᾽ ἀπὸ τοῖο τένοντας.
χώρησαν δ᾽ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.
ὅσση δ᾽ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,
590ἥν ῥά τ᾽ ἀνὴρ ἀφέῃ πειρώμενος ἐν ἀέθλῳ
ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων,
τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δ᾽ Ἀχαιοί.
Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων
ἐτράπετ᾽, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον
595Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων
ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.
τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ
στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων:
δούπησεν δὲ πεσών: πυκινὸν δ᾽ ἄχος ἔλλαβ᾽ Ἀχαιούς,
600ὡς ἔπεσ᾽ ἐσθλὸς ἀνήρ: μέγα δὲ Τρῶες κεχάροντο,
στὰν δ᾽ ἀμφ᾽ αὐτὸν ἰόντες ἀολλέες: οὐδ᾽ ἄρ᾽ Ἀχαιοὶ
ἀλκῆς ἐξελάθοντο, μένος δ᾽ ἰθὺς φέρον αὐτῶν.
ἔνθ᾽ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν
Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς
605Ἰδαίου ἐτέτυκτο, θεὸς δ᾽ ὣς τίετο δήμῳ.
τὸν βάλ᾽ ὑπὸ γναθμοῖο καὶ οὔατος: ὦκα δὲ θυμὸς
ᾤχετ᾽ ἀπὸ μελέων, στυγερὸς δ᾽ ἄρα μιν σκότος εἷλεν.
Αἰνείας δ᾽ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν:
ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.
610ἀλλ᾽ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος:
πρόσσω γὰρ κατέκυψε, τὸ δ᾽ ἐξόπιθεν δόρυ μακρὸν
οὔδει ἐνισκίμφθη, ἐπὶ δ᾽ οὐρίαχος πελεμίχθη
ἔγχεος: ἔνθα δ᾽ ἔπειτ᾽ ἀφίει μένος ὄβριμος Ἄρης.
αἰχμὴ δ᾽ Αἰνείαο κραδαινομένη κατὰ γαίης
615ᾤχετ᾽, ἐπεί ῥ᾽ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
Αἰνείας δ᾽ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε:
Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σ᾽ ἔβαλόν περ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Walter Leaf, Commentary on the Iliad (1900), 17.681
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: