previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν
Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,
700εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου
ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δ᾽ ἀρήγων.
τρὶς μὲν ἐπ᾽ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο
Πάτροκλος, τρὶς δ᾽ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων
χείρεσσ᾽ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.
705ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
δεινὰ δ᾽ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα:
χάζεο διογενὲς Πατρόκλεες: οὔ νύ τοι αἶσα
σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,
οὐδ᾽ ὑπ᾽ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.
710

ὣς φάτο, Πάτροκλος δ᾽ ἀνεχάζετο πολλὸν ὀπίσσω
μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.

Ἕκτωρ δ᾽ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους:
δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,
λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.
715ταῦτ᾽ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων
ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε
Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο
αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,
ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο:
720τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων:
Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.
αἴθ᾽ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην:
τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.
ἀλλ᾽ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,
725αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
  • Commentary references to this page (1):
    • Charles Simmons, The Metamorphoses of Ovid, Books XIII and XIV, 13.620
  • Cross-references to this page (1):
  • Cross-references in notes to this page (1):
  • Cross-references in text-specific dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: