previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο, πῖπτε δὲ λαός:
ἦμος δ᾽ Ἠέλιος μετενίσετο βουλυτὸν δέ,
780καὶ τότε δή ῥ᾽ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.
ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν
Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπ᾽ ὤμων τεύχε᾽ ἕλοντο,
Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.
τρὶς μὲν ἔπειτ᾽ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ
785σμερδαλέα ἰάχων, τρὶς δ᾽ ἐννέα φῶτας ἔπεφνεν.
ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
ἔνθ᾽ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή:
ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ
δεινός: μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,
790ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε:
στῆ δ᾽ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τ᾽ ὤμω
χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.
τοῦ δ᾽ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων:
δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ᾽ ἵππων
795αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι
αἵματι καὶ κονίῃσι: πάρος γε μὲν οὐ θέμις ἦεν
ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,
ἀλλ᾽ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον
ῥύετ᾽ Ἀχιλλῆος: τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν
800 κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.
πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος
βριθὺ μέγα στιβαρὸν κεκορυθμένον: αὐτὰρ ἀπ᾽ ὤμων
ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.
λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
805τὸν δ᾽ ἄτη φρένας εἷλε, λύθεν δ᾽ ὑπὸ φαίδιμα γυῖα,
στῆ δὲ ταφών: ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ
ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ
Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο
ἔγχεΐ θ᾽ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι:
810καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφ᾽ ἵππων
πρῶτ᾽ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο:
ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ
οὐδὲ δάμασσ᾽: μὲν αὖτις ἀνέδραμε, μίκτο δ᾽ ὁμίλῳ,
ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδ᾽ ὑπέμεινε
815Πάτροκλον γυμνόν περ ἐόντ᾽ ἐν δηϊοτῆτι.
Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: