previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘‘’

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς:
φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
οἵ τε παρ᾽ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
250δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος
λαοῖς: ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.
ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον
ἡγεμόνων: τόσση γὰρ ἔρις πολέμοιο δέδηεν:
ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δ᾽ ἐνὶ θυμῷ
255Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.

ὣς ἔφατ᾽, ὀξὺ δ᾽ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας:
πρῶτος δ᾽ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,
τὸν δὲ μετ᾽ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.
260τῶν δ᾽ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματ᾽ εἴποι,
ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;

Τρῶες δὲ προὔτυψαν ἀολλέες: ἦρχε δ᾽ ἄρ᾽ Ἕκτωρ.
ὡς δ᾽ ὅτ᾽ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο
βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τ᾽ ἄκραι
265ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,
τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ
ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες
φραχθέντες σάκεσιν χαλκήρεσιν: ἀμφὶ δ᾽ ἄρά σφι
λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν
270χεῦ᾽, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,
ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο:
μίσησεν δ᾽ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι
Τρῳῇσιν: τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.
’’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (2):
    • Walter Leaf, Commentary on the Iliad (1900), 15.710
    • Walter Leaf, Commentary on the Iliad (1900), 16.108
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.2
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: