previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκ δ᾽ ἄρα σύριγγος πατρώϊον ἐσπάσατ᾽ ἔγχος
βριθὺ μέγα στιβαρόν: τὸ μὲν οὐ δύνατ᾽ ἄλλος Ἀχαιῶν
πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς:
390Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν:
ἵππους δ᾽ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες
ζεύγνυον: ἀμφὶ δὲ καλὰ λέπαδν᾽ ἕσαν, ἐν δὲ χαλινοὺς
γαμφηλῇς ἔβαλον, κατὰ δ᾽ ἡνία τεῖναν ὀπίσσω
395κολλητὸν ποτὶ δίφρον. δὲ μάστιγα φαεινὴν
χειρὶ λαβὼν ἀραρυῖαν ἐφ᾽ ἵπποιιν ἀνόρουσεν
Αὐτομέδων: ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς
τεύχεσι παμφαίνων ὥς τ᾽ ἠλέκτωρ Ὑπερίων,
σμερδαλέον δ᾽ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο:
400Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης
ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα
ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χ᾽ ἕωμεν πολέμοιο,
μηδ᾽ ὡς Πάτροκλον λίπετ᾽ αὐτόθι τεθνηῶτα.

τὸν δ᾽ ἄρ᾽ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος
405Ξάνθος, ἄφαρ δ᾽ ἤμυσε καρήατι: πᾶσα δὲ χαίτη
ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν:
αὐδήεντα δ᾽ ἔθηκε θεὰ λευκώλενος Ἥρη:
καὶ λίην σ᾽ ἔτι νῦν γε σαώσομεν ὄβριμ᾽ Ἀχιλλεῦ:
ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον: οὐδέ τοι ἡμεῖς
410αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.
οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε
Τρῶες ἀπ᾽ ὤμοιιν Πατρόκλου τεύχε᾽ ἕλοντο:
ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ,
ἔκταν᾽ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
415νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν,
ἥν περ ἐλαφροτάτην φάσ᾽ ἔμμεναι: ἀλλὰ σοὶ αὐτῷ
μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.

ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.
τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
420Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.
εὖ νυ τὸ οἶδα καὶ αὐτὸς μοι μόρος ἐνθάδ᾽ ὀλέσθαι
νόσφι φίλου πατρὸς καὶ μητέρος: ἀλλὰ καὶ ἔμπης
οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.

ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
  • Commentary references to this page (1):
    • Walter Leaf, Commentary on the Iliad (1900), 4.219
  • Cross-references to this page (2):
    • A Dictionary of Greek and Roman Antiquities (1890), HASTA
    • Smith's Bio, Cheiron
  • Cross-references in general dictionaries to this page (2):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: