previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘‘’

τώ γ᾽ ὣς βουλεύσαντε διέτμαγεν: μὲν ἔπειτα
εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ᾽ αἰγλήεντος Ὀλύμπου,
Ζεὺς δὲ ἑὸν πρὸς δῶμα: θεοὶ δ᾽ ἅμα πάντες ἀνέσταν
ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον: οὐδέ τις ἔτλη
535μεῖναι ἐπερχόμενον, ἀλλ᾽ ἀντίοι ἔσταν ἅπαντες.
ὣς μὲν ἔνθα καθέζετ᾽ ἐπὶ θρόνου: οὐδέ μιν Ἥρη
ἠγνοίησεν ἰδοῦσ᾽ ὅτι οἱ συμφράσσατο βουλὰς
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.
αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα:
540τίς δ᾽ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
κρυπτάδια φρονέοντα δικαζέμεν: οὐδέ τί πώ μοι
πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.

τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε:
545Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
εἰδήσειν: χαλεποί τοι ἔσοντ᾽ ἀλόχῳ περ ἐούσῃ:
ἀλλ᾽ ὃν μέν κ᾽ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα
οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ᾽ ἀνθρώπων:
ὃν δέ κ᾽ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι
550μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη:
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
καὶ λίην σε πάρος γ᾽ οὔτ᾽ εἴρομαι οὔτε μεταλλῶ,
ἀλλὰ μάλ᾽ εὔκηλος τὰ φράζεαι ἅσσ᾽ ἐθέλῃσθα.
555νῦν δ᾽ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος:
ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων:
τῇ σ᾽ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
560

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω:
πρῆξαι δ᾽ ἔμπης οὔ τι δυνήσεαι, ἀλλ᾽ ἀπὸ θυμοῦ
μᾶλλον ἐμοὶ ἔσεαι: τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
εἰ δ᾽ οὕτω τοῦτ᾽ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι:
565ἀλλ᾽ ἀκέουσα κάθησο, ἐμῷ δ᾽ ἐπιπείθεο μύθῳ,
μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ᾽ ἐν Ὀλύμπῳ
ἆσσον ἰόνθ᾽, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
  • Commentary references to this page (5):
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 2.199
    • Walter Leaf, Commentary on the Iliad (1900), 23.323
    • Walter Leaf, Commentary on the Iliad (1900), 6.486
    • Walter Leaf, Commentary on the Iliad (1900), 9.40
    • Walter Leaf, Commentary on the Iliad (1900), 9.453
  • Cross-references in general dictionaries to this page (2):
  • Cross-references in text-specific dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: