previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘’

ὣς ἄρ᾽ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
πεπτεῶτ᾽ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς:
505 δ᾽ ἄρ᾽ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,
δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,
ἀμφὶ δ᾽ ἄρ᾽ ἀμβρόσιος ἑανὸς τρέμε: τὴν δὲ προτὶ οἷ
εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας:
τίς νύ σε τοιάδ᾽ ἔρεξε φίλον τέκος Οὐρανιώνων
510μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;

τὸν δ᾽ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή:
σή μ᾽ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,
ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.

ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
515αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν:
μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος
μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.
οἳ δ᾽ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες:
520κὰδ δ᾽ ἷζον παρὰ πατρὶ κελαινεφεῖ: αὐτὰρ Ἀχιλλεὺς
Τρῶας ὁμῶς αὐτούς τ᾽ ὄλεκεν καὶ μώνυχας ἵππους.
ὡς δ᾽ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται
ἄστεος αἰθομένοιο, θεῶν δέ μῆνις ἀνῆκε,
πᾶσι δ᾽ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδε᾽ ἐφῆκεν,
525ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδε᾽ ἔθηκεν.

ἑστήκει δ᾽ γέρων Πρίαμος θείου ἐπὶ πύργου,
ἐς δ᾽ ἐνόησ᾽ Ἀχιλῆα πελώριον: αὐτὰρ ὑπ᾽ αὐτοῦ
Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ
γίγνεθ᾽: δ᾽ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε
530ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς:
πεπταμένας ἐν χερσὶ πύλας ἔχετ᾽ εἰς κε λαοὶ
ἔλθωσι προτὶ ἄστυ πεφυζότες: γὰρ Ἀχιλλεὺς
ἐγγὺς ὅδε κλονέων: νῦν οἴω λοίγι᾽ ἔσεσθαι.
αὐτὰρ ἐπεί κ᾽ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,
535αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας:
δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.
’’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.4.2
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: