previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε
πρὸς πόλιν, περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο
5ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ:
τῇ ῥ᾽ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δ᾽ Ἥρη
πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν: ἡμίσεες δὲ
ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,
ἐν δ᾽ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ᾽ αἰπὰ ῥέεθρα,
10ὄχθαι δ᾽ ἀμφὶ περὶ μεγάλ᾽ ἴαχον: οἳ δ᾽ ἀλαλητῷ
ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.
ὡς δ᾽ ὅθ᾽ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται
φευγέμεναι ποταμὸν δέ: τὸ δὲ φλέγει ἀκάματον πῦρ
ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθ᾽ ὕδωρ:
15ὣς ὑπ᾽ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος
πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.

αὐτὰρ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ᾽ ὄχθῃ
κεκλιμένον μυρίκῃσιν, δ᾽ ἔσθορε δαίμονι ἶσος
φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,
20τύπτε δ᾽ ἐπιστροφάδην: τῶν δὲ στόνος ὄρνυτ᾽ ἀεικὴς
ἄορι θεινομένων, ἐρυθαίνετο δ᾽ αἵματι ὕδωρ.
ὡς δ᾽ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι
φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου
δειδιότες: μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν:
25ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα
πτῶσσον ὑπὸ κρημνούς. δ᾽ ἐπεὶ κάμε χεῖρας ἐναίρων,
ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους
ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος:
τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,
30δῆσε δ᾽ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,
τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,
δῶκε δ᾽ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
αὐτὰρ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (1):
    • Walter Leaf, Commentary on the Iliad (1900), 9.2
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.6.1
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: