previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘’

ὣς φάτ᾽ Ἀθηναίη, δ᾽ ἐπείθετο, χαῖρε δὲ θυμῷ,
225στῆ δ᾽ ἄρ᾽ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.
δ᾽ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δ᾽ Ἕκτορα δῖον
Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν:
ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:
ἠθεῖ᾽ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς
230ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων:
ἀλλ᾽ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.

τὴν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ:
Δηΐφοβ᾽ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας:
235νῦν δ᾽ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,
ὃς ἔτλης ἐμεῦ εἵνεκ᾽, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,
τείχεος ἐξελθεῖν, ἄλλοι δ᾽ ἔντοσθε μένουσι.

τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
ἠθεῖ᾽ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
240λίσσονθ᾽ ἑξείης γουνούμενοι, ἀμφὶ δ᾽ ἑταῖροι,
αὖθι μένειν: τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες:
ἀλλ᾽ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.
νῦν δ᾽ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων
ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς
245νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
νῆας ἔπι γλαφυράς, κεν σῷ δουρὶ δαμήῃ.

ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατ᾽ Ἀθήνη:
οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ:
250οὔ σ᾽ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ
τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτ᾽ ἔτλην
μεῖναι ἐπερχόμενον: νῦν αὖτέ με θυμὸς ἀνῆκε
στήμεναι ἀντία σεῖο: ἕλοιμί κεν κεν ἁλοίην.
ἀλλ᾽ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα: τοὶ γὰρ ἄριστοι
255μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων:
οὐ γὰρ ἐγώ σ᾽ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς
δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι:
ἀλλ᾽ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε᾽ Ἀχιλλεῦ
νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν: ὣς δὲ σὺ ῥέζειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: