previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

260

τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε:
ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,
οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
265ὣς οὐκ ἔστ᾽ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν
ὅρκια ἔσσονται, πρίν γ᾽ ἕτερόν γε πεσόντα
αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
παντοίης ἀρετῆς μιμνήσκεο: νῦν σε μάλα χρὴ
αἰχμητήν τ᾽ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
270οὔ τοι ἔτ᾽ ἔσθ᾽ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
ἔγχει ἐμῷ δαμάᾳ: νῦν δ᾽ ἀθρόα πάντ᾽ ἀποτίσεις
κήδε᾽ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.

ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος:
καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ:
275ἕζετο γὰρ προϊδών, τὸ δ᾽ ὑπέρπτατο χάλκεον ἔγχος,
ἐν γαίῃ δ᾽ ἐπάγη: ἀνὰ δ᾽ ἥρπασε Παλλὰς Ἀθήνη,
ἂψ δ᾽ Ἀχιλῆϊ δίδου, λάθε δ᾽ Ἕκτορα ποιμένα λαῶν.
Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα:
ἤμβροτες, οὐδ᾽ ἄρα πώ τι θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ
280ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, τοι ἔφης γε:
ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
ὄφρά σ᾽ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.
οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
ἀλλ᾽ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον
285εἴ τοι ἔδωκε θεός: νῦν αὖτ᾽ ἐμὸν ἔγχος ἄλευαι
χάλκεον: ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.
καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
σεῖο καταφθιμένοιο: σὺ γάρ σφισι πῆμα μέγιστον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (10 total)
  • Commentary references to this page (4):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1482
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 4.108
    • Walter Leaf, Commentary on the Iliad (1900), 12.163
    • Walter Leaf, Commentary on the Iliad (1900), 13.381
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), SY´NGRAPHE
  • Cross-references in general dictionaries to this page (3):
  • Cross-references in text-specific dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: