previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐδ᾽ ἄρ᾽ Ἀθηναίην ἐλεφηράμενος λάθ᾽ Ἀπόλλων
Τυδεΐδην, μάλα δ᾽ ὦκα μετέσσυτο ποιμένα λαῶν,
390δῶκε δέ οἱ μάστιγα, μένος δ᾽ ἵπποισιν ἐνῆκεν:
δὲ μετ᾽ Ἀδμήτου υἱὸν κοτέουσ᾽ ἐβεβήκει,
ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν: αἳ δέ οἱ ἵπποι
ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δ᾽ ἐπὶ γαῖαν ἐλύσθη.
αὐτὸς δ᾽ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,
395ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,
θρυλίχθη δὲ μέτωπον ἐπ᾽ ὀφρύσι: τὼ δέ οἱ ὄσσε
δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,
πολλὸν τῶν ἄλλων ἐξάλμενος: ἐν γὰρ Ἀθήνη
400ἵπποις ἧκε μένος καὶ ἐπ᾽ αὐτῷ κῦδος ἔθηκε.
τῷ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.
Ἀντίλοχος δ᾽ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο:
ἔμβητον καὶ σφῶϊ: τιταίνετον ὅττι τάχιστα.
ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω
405Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη
νῦν ὤρεξε τάχος καὶ ἐπ᾽ αὐτῷ κῦδος ἔθηκεν:
ἵππους δ᾽ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,
καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ
Αἴθη θῆλυς ἐοῦσα: τί λείπεσθε φέριστοι;
410ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται:
οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν
ἔσσεται, αὐτίκα δ᾽ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,
αἴ κ᾽ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.
ἀλλ᾽ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα:
415ταῦτα δ᾽ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω
στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.

ὣς ἔφαθ᾽, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον: αἶψα δ᾽ ἔπειτα
στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.
420ῥωχμὸς ἔην γαίης, χειμέριον ἀλὲν ὕδωρ
ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα:
τῇ ῥ᾽ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.
Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους
ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.
425Ἀτρεΐδης δ᾽ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει:
Ἀντίλοχ᾽ ἀφραδέως ἱππάζεαι, ἀλλ᾽ ἄνεχ᾽ ἵππους:
στεινωπὸς γὰρ ὁδός, τάχα δ᾽ εὐρυτέρη παρελάσσαι:
μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 1246
  • Cross-references in general dictionaries to this page (2):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: